Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.676
Not analysed yet
ξύλων τινῶν δίκην τῇ πλείονι τοῦ πυρὸς ὁμιλίᾳ ἐπανθρακουμένων, καὶ τὴν μέλαιναν χροιὰν ἐνδυομένων. Οὐκοῦν μία μὲν τῶν ἀνθρώπων ἡ φύσις, καὶ ἀρχόντων καὶ ἀρχομένων, καὶ ὑπηκόων καὶ βασιλέων, καὶ δούλων καὶ δεσποτῶν. Μία δὲ οὖσα ἡ φύσις, τοῦ Δημιουργοῦ κηρύττει τὸ δίκαιον· διαιρεθεῖσα δὲ τῷ χρόνῳ εἰς δουλείαν καὶ δεσποτείαν, καὶ τούτοις κἀκείνοις τὸν αὐτὸν φυλάξασα χαρακτῆρα, κατηγορεῖ μὲν τῆς ἁμαρτίας, ταύτην εἰσαγούσης τὴν χρείαν, τοῦ δὲ Ποιητοῦ καὶ ἐνταῦθα τὴν ἰσότητα δείκνυσιν. Ἐφύλαξε γὰρ μέχρι τέλους τὴν τῆς οὐσίας ταυτότητα, τὴν δὲ ἀταξίαν τῆς ἁμαρτίας τῇ τάξει τῆς ἡγεμονίας ἐξέλασε, καὶ τὴν ἐκείνης πλεονεξίαν τῷ κανόνι τῆς νομοθεσίας ἐῤῥύθμισεν, οἷόν τις ναυπηγὸς σπαρτίῳ τινὶ σανίδας ἀπευθύνων, καὶ τὸ περιττὸν ἀφαιρούμενος. Μὴ τοίνυν τοῦ Δημιουργοῦ κατηγόρει τὴν δουλείαν θεώμενος, ἀλλὰ τὴν ἁμαρτίαν καὶ βλασφημίαν φεῦγε, δι' ἣν εἰς δουλείαν καὶ δεσποτείαν διῃρέθη τῶν ἀνθρώπων τὸ γένος. Σὺ δὲ, σκάφος μὲν ὁρῶν ἐξ οὐρίων φερόμενον, καὶ τοὺς μὲν πλωτῆρας ἡσυχῆ καθημένους, τοὺς δὲ ναύτας, ἢ ταῖς κώπαις ἐρέττοντας, ἢ τὰς προτόνους ἕλκοντας, ἢ ἄλλο τι τῶν κελευομένων ἐργαζομένους, τὸν δὲ πρωρέα σκοπέλους καὶ βράχη καὶ σπιλάδας περισκοποῦντα, καὶ τῷ κυβερνήτῃ μηνύοντα, τὸν δὲ κυβερνήτην πᾶσιν ἐπιστατοῦντα, καὶ τοῖς πηδαλίοις τὸ σκάφος ἰθύνοντα, θαυμάζεις τὴν τάξιν, καὶ οὐ κελεύεις εἶναι πάντας κυβερνήτας, οὐδὲ πᾶσι τὴν τῆς νηὸς ἡγεμονίαν πιστεύεις· καὶ τοὺς μὲν ἡσυχάζοντας βλέπων, τοὺς δὲ τὸ κελευόμενον δρῶντας, τὸν δὲ προλέγοντα τὸ φαινόμενον, τὸν δὲ πάντων ὁμοῦ προστατεύοντα, οὐκ ἀγανακτεῖς, οὐδὲ κατηγορεῖς ἀκοσμίαν, ἀλλὰ μάλα θαυμάζων τὴν τάξιν διατελεῖς· τὰς δὲ οἰκίας οὐκ ἐθέλεις ταῖς ὁλκάσι παραπλησίως κυβερνᾶσθαι, ἀλλὰ δυσχεραίνεις, τὸν μὲν ἡγούμενον βλέπων τῆς οἰκίας, τοὺς δὲ ἀγομένους. Καὶ μὴν οἰκία καὶ ναῦς κατὰ τὴν οἰκονομίαν λίαν ἀλλήλαις ἐοίκασιν. Ὁ μὲν γὰρ δεσπότης, καθάπερ τις κυβερνήτης, τῶν τῆς οἰκίας οἰάκων ἐπειλημμένος, τοῖς πᾶσιν ἐφέστηκεν· ὁ δὲ τῶν οἰκετῶν πρωτεύων, ὁ τῶν ἄλλων ἁπάντων τὴν κηδεμονίαν πεπιστευμένος, τὸν πρωρέα μιμούμενος, διδάσκει τὸν δεσπότην ἃ νομίζει συμφέρειν. Τῶν δὲ ἄλλων οἰκετῶν, οἱ μὲν ναύταις παραπλησίως, μερικὰς ἐγκεχειρισμένοι φροντίδας, τὰ κελευόμενα πράττουσιν· οἱ δὲ λοιποὶ, δίκην πλωτήρων, ἐν μέσῳ τούτων εἰσὶν, ὑπὸ τούτων ἰθυνόμενοι, καὶ τῶν ἀναγκαίων διὰ τούτων τυγχάνοντες. Τί δήποτε τοίνυν σκάφος μὲν οὕτω κυβερνώμενον ἐπαινεῖς, οἰκίαν δὲ τὴν αὐτὴν δεχομένην οἰκονομίαν σκώπτων διατελεῖς; Ἐγὼ δὲ ἡγοῦμαί σε καὶ στρατιὰν ἐπαινεῖν, ἧς ἡγεῖται μὲν ὁ στρατηγὸς, φυλάττουσι δὲ τοὺς λόχους οἱ λοχαγοὶ, ἐν κόσμῳ δὲ τὰς τάξεις ἄγουσιν οἱ ταξιάρχαι· ἑκατόνταρχοι δὲ καὶ χιλίαρχοι τὰ παρὰ τοῦ στρατηγοῦ συνθήματα τούτοις διαπορθμεύουσι, καὶ νῦν μὲν εἰς φάλαγγα καθιστῶσι τὴν στρατιὰν, νῦν δὲ ἐν πλινθίῳ,