Ancient Greek · ~10 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.673
Not analysed yet
οὐκ ὄντων, καὶ ἀρχόντων μὴ κολαζόντων; Νῦν δὲ, τολμῶνται μὲν ὑπ' ἐνίων παρανομίαι, λανθάνειν δὲ ὅμως οἱ τολμῶντες πειρῶνται, τοὺς νόμους δειμαίνοντες, καὶ τὴν ἀδικίαν τῇ δεινότητι τῶν λόγων συγκαλύπτειν ἐπιχειροῦσι· καὶ ὁ ἀδικούμενος ἀδεῶς πρόσεισι τοῖς δικάζουσι, καὶ τὴν τῆς ἀδικίας εἰσάγει γραφὴν, καὶ τὴν τοῦ ἠδικηκότος οὐ δέδοικε δυναστείαν, οὐδὲ φρίττει τοῦ πλούτου τὴν περιφάνειαν· ἀλλ' ὡς εἰς λιμένα εἰς τὸ δικαστήριον τρέχει, καὶ τῆς ἀδικίας διηγεῖται τὰ εἴδη, καὶ τοὺς νόμους εἰς μέσον ἀχθῆναι παρακαλεῖ, καὶ κατὰ τούτους δικάζειν τὸν δικαστὴν ἱκετεύει. Ὁ δὲ τὴν ψῆφον ἐκφέρει, καὶ τὴν ἁρπαγεῖσαν οἰκίαν, ἢ τὸν ἀγρὸν, ἢ τὸ σκεῦος ἀποδοθῆναι τῷ ἠδικημένῳ κελεύει· κολάζει δὲ πολλάκις καὶ ζημίᾳ χρημάτων τὸν τὴν ἀδικίαν τετολμηκότα. Διὰ τοῦτο τὸ δέος, καὶ τοιχωρύχοι, καὶ λωποδύται, οὐ προφανῶς, ἀλλὰ κρύβδην τὴν ἀδικίαν μετίασι, καὶ τῷ πειρᾶσθαι λανθάνειν, τὸ δέος κηρύττουσιν. Ἢ γὰρ ἂν ἐγχειρίδια λαβόντες, ἅπαντας τοὺς προστυχόντας κατέσφαξαν, καὶ τὰς ἐκείνων κτήσεις διείλοντο. Ἐπειδὴ δὲ δειμαίνουσιν, οἱ πολλοὶ μὲν ἡσυχάζουσιν, οἱ δὲ τῆς πονηρίας κατατολμῶντες, ἢ τῶν ὁδῶν τὰς ἐρημοτέρας καταλοχῶσιν, ἢ νύκτωρ ἐν ταῖς πόλεσι κακουργοῦσι, τὸ σκότος, καὶ τὸν ὕπνον, καὶ τὴν ἁπάντων ἡσυχίαν, εἰς συμμαχίαν τῆς λῃστείας λαμβάνοντες. Καὶ δύο δὲ τούτων ἢ τρεῖς φωραθέντες, καὶ κολασθέντες ὑπὸ τῶν νόμων, ἱκανὸν τοῖς ἄλλοις ὠφελείας ὑπόδειγμα γίνονται, καὶ τῶν ὁμοτρόπων τὴν τιμωρίαν ὁρῶντες, μισοῦσι τὴν πονηρίαν, ὡς θανάτων τοιούτων μητέρα. Ἀλλὰ γὰρ οὐκ οἶδ' ὅπως εἰς τούτους ἐξέβην τοὺς λόγους, τὴν τῆς δουλείας αἰτίαν διεξελθεῖν ἐθελήσας· ἐπανελθεῖν οὖν ὅθεν ἐξέβην καιρός. Ὅτι μὲν οὖν ἐξ ἀρχῆς ὁ τῶν ὅλων Δημιουργὸς, μίαν εἰργάσατο πάντων τῶν ἀνθρώπων τὴν φύσιν, καὶ ἐξ ἑνὸς ἀνδρὸς καὶ μιᾶς γυναικὸς ἅπασαν τὴν οἰκουμένην τοῦδε τοῦ γένους ἐπλήρωσε, μάρτυς ἡ θεία Γραφή· μαρτυρεῖ δὲ καὶ ἡ φύσις τῇ θείᾳ Γραφῇ. Οἵ τε γὰρ τὰ πρὸς ἥλιον ἀνίσχοντα καὶ δυόμενον, οἵ τε τὰ νότια καὶ τὰ βόρεια μέρη διειληχότες, καὶ οἱ τὰ μέσα δὲ ταύτης οἰκοῦντες, ἓν ἔχουσι τὸ τῆς διαπλάσεως εἶδος, τὸν αὐτὸν τῶν αἰσθητηρίων ἀριθμὸν, ἐν μόνοις ἤθεσι καὶ χρώμασι διαφέροντες. Ἀλλὰ τὰ μὲν ἤθη τὰ ἔθη ποιεῖ, καὶ τὸ τῆς ψυχῆς αὐτεξούσιον. Ταύτην δὲ καὶ παρ' ἡμῖν αὐτοῖς ἔστιν εὑρεῖν τὴν διαφοράν. Τὸ δὲ τῶν χρωμάτων ἑτεροῖον ἡ τῶν χωρίων ἀπεργάζεται θέσις. Οἱ μὲν γὰρ πόῤῥω τῆς ἡλιακῆς ἀκτῖνος οἰκοῦντες, λευκοτέραν ἔχουσι τὴν τοῦ σώματος ἐπιφάνειαν. Οἱ δὲ τοῖς ἑῴοις καὶ ἑσπερίοις τμήμασι κατὰ τὸ νότιον τοῦ πόλου μέρος ἐνδιαιτᾶσθαι λαχόντες, πλησιέστεροι τῆς ἀκτῖνος γενόμενοι, μελαίνονται τὸ σῶμα,