Ancient Greek · ~10 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.684
Not analysed yet
μὲν γὰρ πόνων οἱ δοῦλοι κοινωνοὺς ἔχουσι τοὺς δεσπότας, τῶν δὲ φροντίδων τοῖς δεσπόταις οὐ κοινωνοῦσιν. Εἰ δ' ὁ μὲν πόνος κοινὸς δούλων καὶ δεσποτῶν, ἡ δὲ φροντὶς ἰδία τῶν δεσποτῶν, πῶς οὐ μακαρίους κρίνομεν τοὺς τῶν φροντίδων ἀπηλλαγμένους, ἀλλὰ τοῖς ἀθλίοις ἐγκαταλέγομεν; Ἐπειδὴ τοίνυν ἄντικρυς ἐδείχθη κἀνταῦθα τοῦ τῶν ὅλων Κηδεμόνος ἡ πρόνοια, φέρε τῶν εἰρημένων ἕκαστον εἰς ἓν συναγαγόντες, ἀνακεφαλαιωσώμεθά τε, καὶ σαφεστέραν αὐτῶν τὴν κατανόησιν ποιησώμεθα. Ἀπεδείξαμεν τοίνυν, ὡς μίαν ἐξ ἀρχῆς ὁ Ποιητὴς ἐδημιούργησε φύσιν, καὶ ταύτην αὐτεξουσίας λόγῳ τετίμηκεν· εἶτα ὅτι εἰς οὐ δέον αὕτη τῷ αὐθαιρέτῳ τῆς γνώμης χρησαμένη ἔῤῥεψεν ἐπὶ τὸ χεῖρον, εἰς μυρία τε πλημμελημάτων ἐξώκειλεν εἴδη. Ἔδει τοιγαροῦν νόμοις ἀναχαιτίσαι τῆς ἁμαρτίας τὴν ῥύμην, οἱ δὲ νόμοι τῶν τιθέντων ἐδέοντο. Διῃρέθη τοίνυν ἀναγκαίως διχῆ τῶν ἀνθρώπων ἡ φύσις· καὶ οἱ μὲν ἄρχειν ἐτάχθησαν, οἱ δὲ τοῖς ἄρχουσιν ὑπακούειν· ἵνα τῶν νόμων ὁ φόβος, καὶ τῶν ἀρχόντων τὸ δέος, τὴν πολλὴν τῆς κακίας καταπαύσῃ φοράν. Ἄρχουσι τοιγαροῦν πόλεων μὲν, ἄρχοντες· κωμῶν δὲ, κηδεμόνες· στρατηγοὶ, στρατείας· καὶ τούτων δὲ κἀκείνων οἱ βασιλεῖς· τῆς νηὸς, ὁ κυβερνήτης· τῶν ἀθλητῶν, οἱ παιδοτρίβαι· ὁ γραμματιστὴς, τῶν μειρακίων· ὁ σκυτοτόμος, τῶν φοιτητῶν· ὁ χαλκοτύπος ὡσαύτως τῶν παρ' αὐτοῦ μαθεῖν βουλομένων τὴν τέχνην. Ἄρχει τοιγαροῦν καὶ τῆς οἰκίας ὁ δεσπότης. Οὔτε γὰρ οἷόν τε δεσπότου δίχα πράττειν καλῶς οἰκίαν· καὶ μαρτυροῦσιν αἱ τούτων ἐστερημέναι, παντάπασιν ἐρημούμεναι. Ταύτην τὴν ἡγεμονίαν ἔχουσι καὶ τῶν ἀγγέλων οἱ δῆμοι· διδασκόμεθα γὰρ ὑπὸ τῆς θείας Γραφῆς, ὡς οὐκ ἀγγέλους ἔχει μόνους, ἀλλὰ καὶ ἀρχαγγέλους οἰκήτορας ὁ ὑπὲρ κεφαλῆς ἡμῶν οὐρανός· καὶ οἱ μὲν προστατεύουσιν, οἱ δὲ ὑπακούουσιν. Εἰ δὲ καὶ τὸ παρανομίας ἐλεύθερον χωρίον, καὶ ἡ σωμάτων καὶ παθῶν ὑπερτέρα φύσις, ταύτην οὐκ ἠρνήθη τὴν τάξιν, ἀλλ' οἱ μὲν εὐπειθῶς ὑπακούουσιν, οἱ δὲ κοσμίως ἡγεμονεύουσι, τί δυσχεραίνεις, ἄνθρωπε, παρ' ἀνθρώποις βλέπων, ἔνθα πολλὴ περὶ τὸ χεῖρον ἡ ῥοπὴ, τὸ ἄρχον καὶ τὸ ἀρχόμενον; Οἷον γάρ τι φάρμακον ἀλεξίκακον τοῖς τῆς ἀνομίας ἕλκεσι, τὴν τῶν ἀρχόντων οἰκονομίαν ὁ Ποιητὴς ἐπιτέθεικεν. Ἄρχει καὶ παίδων πατὴρ, καὶ παιδεύει τοὺς παῖδας ἀκολασταίνοντας, καὶ ἐπαινεῖ σωφρονοῦντας. Ἄρχει παιδίων ὁ διδάσκαλος, καὶ τῆς ὁμόζυγος ὁ ἀνὴρ, καὶ τῶν οἰκετῶν ὁ δεσπότης, τοὺς μὲν εὐνουστέρους ἀποδεχόμενος, καὶ τιμῆς ἀξιῶν, καὶ θεραπείας, καὶ ἐλευθερίας πολλάκις· τοὺς δὲ νωθεῖς καὶ κακουργεῖν εἰθισμένους παιδεύων, καὶ καλοκαγαθίαν διδάσκων. Ταύτην τὴν τάξιν καὶ τοῖς ἱερεῦσι δέδωκεν ὁ τῶν ὅλων Θεός· καὶ τοὺς μὲν ἱερωσύνης ἠξίωσεν, τοῖς δὲ τὴν τούτων ἡγεμονίαν ἐπίστευσε· καὶ ἄλλα δὲ εἴδη ταγμάτων ὑπ' ἐκείνους πεποίηκεν. Εἰ δὲ βλέπων ἐνίους τῶν δεσποτῶν, ἄγαν ὠμοὺς, καὶ λίαν ἀκολάστους,