Ancient Greek · ~9 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.685
Not analysed yet
καί τινας τῶν ἀρχόντων δώροις ἀπεμπολοῦντας τὸ δίκαιον, προσπταίεις, καὶ τὴν ἀντιλογίαν ὠδίνεις, ἐγώ σου προλαμβάνω τὸν πονηρὸν τῆς διανοίας τόκον, καί φημι, ὡς τοῖς τοιούτοις οὐχ ὁ Θεὸς τὴν ἡγεμονίαν ἐπίστευσεν, ἀλλ' ἡ τῶν ἀρχομένων πονηρία τὴν τούτων ἀρχὴν ἐπεσπάσατο. Ὄνησιν γὰρ οὐδεμίαν παρὰ τῶν εὖ καὶ καλῶς εἰσηγησαμένων ἑλκῦσαι θελήσαντες, ἀλλὰ τῇ μοχθηρίᾳ τοῦ τρόπου τὴν ἐκείνων διδασκαλίαν ὑβρίσαντες, τῆς θείας ἐπιμελείας σφᾶς αὐτοὺς ἀπεστέρησαν· εἶτα τῆς θείας γυμνωθέντες οἰκονομίας, τῶν τοιούτων ἡγεμόνων ἀπήλαυσαν, ἵνα τῇ πείρᾳ τῶν χειρόνων εἰς μνήμην ἔλθωσι τῶν κρειττόνων, καὶ τῆς καλῆς καὶ ἀγαθῆς ἐκείνων ἀναμνησθῶσι παιδαγωγίας. Εὑρίσκομεν δὲ τὸν τῶν ὅλων Θεὸν, δι' ὑπερβολὴν τῆς τῶν ἀνθρώπων πονηρίας τὰς ἡνίας ἐῶντα πολλάκις καὶ φέρεσθαι τῶν ἀνθρώπων ὡς ἂν θέλωσι συγχωροῦντα τὸ γένος. Καὶ τοῦτο ἡμᾶς αὐτὸς διὰ τοῦ προφήτου διδάσκων, καὶ πρὸς τὸν Ἰσραὴλ ἔλεγε· «Καὶ εἶπον· Οὐ ποιμανῶ ὑμᾶς· τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἀπολλύμενον ἀπολλύσθω, καὶ τὰ κατάλοιπα κατεσθιέτω ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὑτοῦ.» Χρὴ τοιγαροῦν, ἀρχόντων πονηρῶν ἡγουμένων, καὶ δεσποτῶν ὠμῶν καὶ πικρῶν οἰκίας κυβερνώντων, τὸν τῶν ὅλων Πρύτανιν ἱκετεύειν, καὶ τῇ τοῦ βίου μεταβολῇ, καὶ τῇ τῶν τρόπων ἐναλλαγῇ, ἵλεώ τε ποιεῖν, καὶ εἰς ἐπικουρίαν ἐγείρειν, καὶ θερμῶς ἱκετεύειν τὴν τοῦ καιροῦ δυσκολίαν μεταβαλεῖν. Ὅτι γὰρ ὑπακούει ῥᾳδίως τοῖς εἰλικρινῶς ἀντιβολοῦσιν, ἀγαθός τε ὢν, καὶ ἐλεεῖν πεφυκὼς, μᾶλλον δὲ ἐλέους τυγχάνων πηγὴ, αὐτὸς μάρτυς τοῖς οὕτως ἱκετεύουσιν ὑπισχνούμενος, καὶ λέγων, ὅτι «Καλέσεις, ἐγὼ δέ σου ὑπακούσομαι· ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι.» Ὅτι δὲ οὐδὲ οἱ λίαν παράνομοι, καὶ δυσσεβείᾳ πάντας ἀποκρύψαι φιλονεικήσαντες, οἷόν τε λωβᾶσθαι τοὺς τὸ λογικὸν ἐῤῥωμένους, καὶ τῆς εὐσεβείας ὑπάρχοντας ἐραστὰς, διὰ τοῦ μετὰ ταῦτα λόγου, σὺν Θεῷ φάναι, δηλώσομεν. Ἐπὶ δὲ τοῦ παρόντος τὸν καὶ κοινὰς καὶ ἰδίας τοῖς ἀνθρώποις δωρεὰς χορηγοῦντα, καὶ μυρίοις ὅσοις ἀγαθοῖς τὸ ἡμέτερον περικλύζοντα γένος, ὑμνήσωμεν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ Ηʹ. Ὅτι τοὺς εὖ φρονοῦντας οὐδὲ τὸ πονηροῖς δουλεύειν δεσπόταις λυμαίνεται. Μεγάλης μὲν, εὖ οἶδα σαφῶς, δεῖ καὶ γλώττης καὶ διανοίας, τῷ μεγάλην οὕτω λόγων ὑπόθεσιν ἀναδέχεσθαι πειρωμένῳ· πέφυκε γάρ πως κινδυνεύειν ἐν τοῖς λόγοις τῶν πραγμάτων ἡ δόξα· τῇ γὰρ τούτων ἀσθενείᾳ καὶ ῥώμῃ φιλοῦσι κρίνειν τὰ πράγματα, οἱ μὴ τῇ φύσει τούτων, ἀλλὰ τῇ δεινότητι τῶν λόγων προσέχειν ἐθέλοντες. Ἐγὼ δὲ τῇ τῆς ὑποθέσεως δυνάμει θαῤῥήσας, οὐκ ἐμέτρησα ταύτῃ τὰ