Ancient Greek · ~9 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.693
Not analysed yet
σμεῖ, καὶ τῶν ἀγαθῶν ἐκεῖθεν ἕλκει τὴν χορηγίαν, καὶ τὰ καθ' αὑτὸν ἐκείνης ἀνάπτει τῆς προμηθείας. Τί τοῦτον, εἰπέ μοι, παρέβλαψεν ἡ δουλεία; Τίς δὲ τῶν ἐν ἐλευθερίᾳ τεθραμμένων, καὶ ἐπ' ἐλευθέροις γαυριώντων προγόνοις, τοσαύτης ἀρετῆς ἐπίδειξιν ἐποιήσατο; Ποίαν δὲ τῆς ἄκρας εὐσεβείας ὑπερβολὴν καταλίποι; Ἀλλ' ἴσως ἄν τις εἴποι τῶν συκοφαντίας ῥάπτειν ἐπισταμένων, καὶ τὰ καλὰ διαβάλλειν δεδιδαγμένων, ὡς ἡ τοῦ δεσπότου φιλοσοφία τοῦτον οὕτως ἐπαιδοτρίβησε, καὶ πρὸς ἐκεῖνον ὁρῶν οἷόν τι κάτοπτρον, εἵλκυσεν ἐκεῖθεν τοὺς τῆς ἀρετῆς χαρακτῆρας· οἱ δὲ πονηροὺς ἐσχηκότες δεσπότας, ἐκμάττονται πάλιν ἐκ τοῦ ἀρχετύπου τὸ μίμημα, καὶ τὰς τῆς πονηρίας ἀπαρχὰς ἐκεῖθεν λαμβάνοντες, ἐργάται γίνονται κακίας, ἐν ἑαυτοῖς τοὺς διδασκάλους δεικνύντες. Φέρε τοίνυν, τὸ ψεῦδος αὐτῶν διελέγξωμεν, καὶ δείξωμεν ὡς αὐθαίρετος καὶ τῆς ἀρετῆς καὶ τῆς κακίας ἡ κτῆσις, καὶ τὸν οὐ βουλόμενον οἰκέτην κακίᾳ συζῇν, οὐδεὶς ἂν πονηρὸς ἀναγκάσειε δεσπότης. Ἀγέσθω δὲ εἰς μέσον ὁ θειότατος Ἰωσὴφ, ὁ τῆς μὲν γυναικὸς ἐκείνης ἔκγονος, τοῦ δὲ πατριάρχου Ἀβραὰμ ἀπόγονος, ἐν ἦρι, ἐν ἀκμῇ, ἐν ὥρᾳ (τῶν γὰρ ὡρῶν ἡ ἀκμαιοτέρα τὸ ἔαρ τυγχάνει), ἐν ἦρι μὲν ἦν τῆς ἡλικίας, εἶχε δὲ τὸ ἄνθος τοῦ χρόνου, ὥρᾳ δὲ λάμπων κατὰ τὸ σῶμα, λαμπροτέραν εἶχε τοῦ σώματος τὴν ψυχήν. Ἐπέραστος δὲ ἦν τῷ πατρὶ, καὶ λίαν ἐράσμιος, οὐχ ὡς ὀψίγονος μόνον, ἀλλ' ὡς καὶ τοῖς τρόποις συμβαίνων, καὶ τῆς πατρῴας ἀρετῆς ἐκμαγεῖον ὑπάρχων. Οὗτος ἐπειδὴ τοὺς ὀνείρους εἶδεν ἐκείνους, καὶ τῷ πατρὶ διηγήσατο τῶν ἀδελφῶν ἀκουόντων, πολεμεῖται μὲν εὐθὺς ὑπὸ τοῦ φθόνου, καὶ δέχεται λοιδορίας, ἃς ὁ φθόνος ἐγέννησε. Χρόνου δὲ ὀλίγου διελθόντος, οἱ τῶν ὀνείρων τὴν εὐκληρίαν οὐκ ἐνεγκόντες, ἀφικνούμενον πρὸς αὐτοὺς τὸ μειράκιον θεασάμενοι, ἐπιτρέχουσι μὲν ὡς θῆρες ἀρνίῳ ποίμνης κεχωρισμένῳ, καὶ τῆς τοῦ ποιμένος κηδεμονίας γεγυμνωμένῳ· καὶ μήτε τοῦ πατρὸς τὴν πολιὰν αἰδεσθέντες, μήτε τὸ γῆρας οἰκτείραντες, καθάπερ τινὶ βακτηρίᾳ τῷ νέῳ σκηριπτόμενον, μὴ τὴν τῆς φύσεως οἰκονομίαν, μὴ τῆς συγγενείας τὸ δίκαιον, μὴ τὴν τῆς ῥίζης ταυτότητα, μὴ τῆς ἡλικίας τὸ ἄωρον, καὶ κακίας ἀπείρατον, μὴ τὴν ἀκούσιον ὡς ἐν ὀνείροις ἡγεμονίαν, καὶ τῆς σκιᾶς ἁπάσης ἀδρανεστέραν τέως ἀρχὴν, ἐπεχείρησαν μὲν αὐτὸν εὐθὺς παραδοῦναι σφαγῇ, καὶ μιᾶναι τὰς χεῖρας αἵματι συγγενεῖ. Εἶτα τοῦ Ῥουβὴν ἀπαγορεύσαντος τὴν σφαγὴν, καὶ φυγεῖν τὴν κηλῖδα ταύτην παρακελεύσαντος, ἐν λάκκῳ τινὶ βραχὺν αὐτὸν κατακρύψαντες χρόνον, ἀπεμπολοῦσι μικρὸν ὕστερον Ἰσμαηλίταις ἐμπόροις, καὶ θεραπεύουσι τῇ