Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.696
Not analysed yet
πράσει τὸν φόνον, οὐδὲ βλέπειν ἀνασχόμενοι τὸν κατ' ὄναρ ἡγεμονεύσαντα. Τοιαύτας τοιγαροῦν δίκας ὑπὲρ ἐνυπνίων τίσας ὁ Ἰωσὴφ, ἄγεται μὲν εἰς τὴν Αἴγυπτον, ἀποδίδοται δὲ πάλιν τῷ Πεντεφρῇ· ἀρχιμάγειρος δὲ ἦν οὗτος τοῦ βασιλέως. Ἀλλὰ κἀνταῦθα γενόμενος, τὴν πατρῴαν ἐλευθερίαν ἐφύλαξε, καὶ τὴν τῶν προγόνων εὐγένειαν ἀκήρατον διετήρησε, καὶ οὐ συμμετέβαλε τῷ καιρῷ τὴν γνώμην, οὐδὲ ταῖς συμφοραῖς ἠκολούθει ἡ τῶν τρόπων ἐναλλαγὴ, οὐδὲ καθάπερ χρόαν ἐνήλλαξε τὴν προαίρεσιν, ἀλλὰ καὶ τὸν βίον ἀμείψας, καὶ ἐξ ἐλευθερίας εἰς δουλείαν μεταπεσὼν, ἐπὶ τῆς προτέρας ἠρήρειστο γνώμης, καὶ λέγων ὁτιοῦν καὶ πράττων, προλάμπουσαν εἶχε τὴν αἰδῶ τῷ μετώπῳ. Τούτου χάριν καὶ παραυτίκα τιμῆς ἁπάσης ἀξιοῦται, καὶ τῆς δεσποτικῆς οἰκίας τοὺς οἴακας ἐγχειρίζεται. Καὶ τοῖς μὲν δεσπόταις τὴν εὔνοιαν, τοῖς δὲ ὁμοδούλοις τὴν ἐπιείκειαν διετέλει προσφέρων. Καὶ περὶ τοὺς τετιμηκότας εὐγνώμων γινόμενος, τῶν ἰθυνομένων ἐποιεῖτο τὴν προσήκουσαν ἐπιμέλειαν. Καὶ ἦν τούτοις κἀκείνοις ἐπέραστος. Σύμμετρον γὰρ τῇ ἀρετῇ τὴν χάριν θεόθεν ἐδέχετο, μᾶλλον δὲ πολλαπλασίους τῶν πόνων ἐδρέπετο τοὺς καρπούς. Διὰ τοῦτο ὅσα αὐτὸς ἐποίει, Κύριος εὐώδου ἐν ταῖς χερσὶν αὐτοῦ. Ἀλλὰ πάλιν αὐτὸν ἐντεῦθεν ἕτερος διεδέξατο κλύδων, καὶ τὴν τῆς δουλείας τρικυμίαν χαλεπωτέρα πάλιν ἐξεδέξατο ζάλη· καὶ τὸ μὲν ἔλιπεν αὐτὸν κῦμα, τὸ δὲ κατέλαβε. Καὶ διὰ τοσούτων κυμάτων καὶ πνευμάτων ὁδεύων, ἀβάπτιστον τὸ σκάφος διέσωσεν. Ἦν, ὡς εἴρηται, νέος τῇ ἀκμῇ τῆς ἡλικίας κοσμούμενος, οἷόν τι ἄνθος ἄρτι τῶν καλύκων προκύψαν, τοὺς ἰούλους ἔχων ἐπὶ τὴν γένυν καθέρποντας, καὶ στεφάνου δίκην παρειὰν ταινιοῦντας· αἴγλην ὥρας ἀφιεὶς, κοσμιότητι μεμιγμένην, ἐλευθερίᾳ κεκραμένην· αἰδῶ τοῖς μετώποις ἔχων ἐγκαθημένην, πειθῶ τοῖς χείλεσιν ἐφιζάνουσαν. Ταῦθ' ἡ δέσποινα διηνεκῶς ὁρῶσα, δέον ὠφέλειαν ἐντεῦθεν ἀρύσασθαι, εἰς τὸ τῆς ἀκολασίας βάραθρον ἐνέπεσεν. Ὡς δὲ τῇ ὕλῃ τῆς θεωρίας ἔνδοθεν τῆς ἐπιθυμίας ἡ φλὸξ εἰς ὕψος ἠγείρετο, καὶ ὁ λογισμὸς παραυτίκα τὸν σπινθῆρα μὴ κατασβέσας, μεγίστην ὕστερον τὴν πυρὰν γενομένην οὐκέτι ἴσχυε σβέσαι, τηνικαῦτα σύμμαχον τὴν ἀναίδειαν ἐκείνη λαβοῦσα, σαγηνεύειν λόγοις ἐπειράθη τὸν νέον. Ὡς δὲ κρεῖττον ἐφάνη τῶν δικτύων τὸ θήραμα, καὶ ῥᾳδίως τοὺς παγέντας ὑπερεπήδησε στάλικας, καὶ οὓς ποτνιωμένη προσήνεγκε λόγους ἑταιρικοὺς καὶ ἡδονῇ κεχρωσμένους, ἀπῆλθον ἄπρακτοι καὶ ἀνόνητοι, τηνικαῦτα λοιπὸν τοῖς λόγοις ἐῤῥῶσθαι φράσασα, ἔργῳ προσφέρει τὴν πεῖραν, καὶ σύμμαχον λαβοῦσα τῶν θαλάμων τὴν ἐρημίαν, κατέχει τὸν νέον, δοῦλον αὐτὸν τῶν παθῶν, ἀλλὰ οὐ δεσπότην νομίσασα. Ὁ δὲ τῇ μὲν τῶν ἀνθρώπων οὐκ ἐθάῤῥησεν ἐρημίᾳ, τὸν δὲ πανταχοῦ παρόντα ὀφθαλμὸν ἐθεάσατο·