Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.700
Not analysed yet
καθυβρίσῃς τῇ πονηρᾷ ταύτῃ δουλείᾳ τὴν δεσποτείαν· μὴ τὰς ἀνδραποδώδεις ἐπιθυμίας κυρίας τῆς ψυχῆς ἀποφήνῃς, μηδὲ ἐναλλάξῃς τὴν τάξιν, μηδὲ ἀφέλῃ τὴν ἡγεμονίαν τῶν λογισμῶν, μηδὲ τὰς ἡνίας ἐγχειρίσῃς τοῖς πάθεσιν. Ἐγὼ μὲν οὖν καὶ σὲ βούλομαι τοῦ πάθους ἐλευθέραν γενέσθαι. Εἰ δὲ οὐ πείθῃ, οὐδὲ θέλεις ἀπαλλαγῆναι τῆς μέθης, ἀλλ' ἐγὼ παρανομεῖν οὐκ ἀνέξομαι· τὸ σῶμα γὰρ δοῦλος, ἀλλ' οὐ τὴν ψυχὴν ἐγενόμην. Μυσάττομαι δὲ καὶ ἄλλως τὸ τοῦ πράγματος ἄδικον. Πολλὰς ὑμῖν εὐεργεσίας ὀφείλων, ὦ κεκτημένη, οὐκ ἀνέξομαι τοῖς ἐναντίοις τὸν δεσπότην ἀμείψασθαι· ἀργυρώνητος γὰρ ὣν, τῶν οἰκογενῶν προτετίμημαι· καὶ χθὲς καὶ πρώην εἰσελθὼν εἰς τὴν ὑμετέραν οἰκίαν, ἁπάντων τὰς ἡνίας ἐδεξάμην· ἁπάντων με τῶν κατὰ τὴν οἰκίαν κηδεμόνα κεχειροτόνηκεν ὁ δεσπότης, καὶ τὸν νεώνητον ἄνδρα ἡγεμονεύειν ἁπάντων ἐκέλευσε· σὲ μόνην εἴσω τῶν ὅρων τῆς δεσποτείας πεποίηκε, τοῦ γάμου τοὺς νόμους αἰδούμενος. Ποίοις τοίνυν ὀφθαλμοῖς ἴδω τὸν οὕτω τετιμηκότα, τοιούτοις αὐτὸν ἀμειψάμενος; Βδελυρὸν, ὦ κεκτημένη, καὶ λίαν βδελυρὸν, λήθη χαρίτων καὶ εὐεργεσιῶν ἀμνημοσύνη· χαλεπώτερον δὲ τούτων καὶ λίαν παγχάλεπον ἀδικία, καὶ ἀδικία τοιαύτη κατ' εὐεργέτου γινομένη. Φυλάττειν, οὐ κλέπτειν ἐτάχθην τοῦ δεσπότου τὰ κτήματα. Οὐ γίνομαι λῃστὴς ἀντὶ φύλακος ἀσφαλοῦς· οὐχ ἅπτομαι τῶν ἔξω τῆς ἐμῆς δεσποτείας μεμενηκότων, οὐδὲ μιμοῦμαι Ἀδὰμ τὸν προπάτορα, ὃς τῶν φυτῶν λαβὼν ἁπάντων τὴν ἐξουσίαν, εἰς ἐκεῖνο τὴν χεῖρα ἐξέτεινεν, ὅπερ ἐκτὸς τῆς αὐτοῦ δεσποτείας ἐτύγχανε, καὶ τοῦ ἑνὸς ἐπιθυμήσας τῶν ἁπάντων ἐξέπεσε. Τοιαῦτα ὁ δοῦλος ἐκεῖνος πρὸς τὴν πονηρὰν δέσποιναν ἐκείνην διέξεισι· καὶ οὔτε ἡ δουλεία αὐτὸν ἐλωβήσατο, οὔτε τῆς δεσποίνης ἡ πονηρία· μᾶλλον δὲ καὶ ἔδειξεν ἑαυτὸν, ὥσπερ χρυσὸν ἢ λίθον λαμπρότερον Ἐπειδὴ δὲ λέγων οὐκ ἔπεισε, καὶ βιασθεὶς ἀπέφυγε, καὶ τὸ ἱμάτιον ῥίψας γυμνὸς ἀπεπήδησε, μόνην ἔχων τῆς σωφροσύνης τὴν ἀμπεχόνην. Οὐ γὰρ ᾐσχύνετο, καθάπερ Ἀδὰμ μετὰ τὴν παράβασιν, ἀλλ' ἢν εἶχεν ἐκεῖνος πρὸ τῆς παραβάσεως διάθεσιν περὶ τὴν γύμνωσιν τοῦ σώματος, ταύτην ἔχων οὗτος ἐξελήλυθε. Τηνικαῦτα συκοφαντεῖ μὲν ἐκείνη, καὶ πείθει τὸν ἄνδρα, καὶ σωφροσύνης ἐπίβουλον καλεῖ τὸν τῆς σωφροσύνης πρόμαχον· ὁ δὲ σιγῶν δέχεται τοῦ δεσπότου τὴν ψῆφον, καὶ οὐκ ἀνέχεται τῆς δεσποίνης γυμνῶσαι τὴν πονηρίαν· ἀλλ' εἵλετο βεβαιῶσαι τῇ σιγῇ τὴν συκοφαντίαν, ἢ τὴν τῆς ἐπιβουλῆς ἐξηγήσασθαι τραγῳδίαν, καὶ δεσποτικὴν προφανῶς ἀκολασίαν ἐλέγξαι. Συμβουλὴν μὲν γὰρ, ἣν ἔδει, προσήνεγκε· γραφὴν δὲ τὴν οὖσαν οὐκ εἰσήνεγκεν· ἀλλ' ὥσπερ ἐρήμην ἁλοὺς, καὶ τῷ δικάζοντι μὴ συμπαρὼν, μηδὲ τῆς κατηγορίας ἀκούων, τὴν ἐξενεχθεῖσαν τιμωρίαν ἐδέξατο, καὶ τὸ δεσμωτήριον ᾤκει, καὶ τοῖς κακούργοις συνεδεσμεῖτο, καὶ πάντα γενναίως ἔφερε τὰ δεινά. Καὶ τὸ πυκνὸν τῶν συμφορῶν καὶ ἐπάλληλον, τὴν τῆς ψυχῆς οὐκ ἐλῄ-