Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.701
Not analysed yet
στευσε ῥώμην, οὐδὲ τὴν ἀνδρείαν αὐτῆς εἰς δειλίαν μετέβαλε. Τοσαύτην δὲ εἶχε κἀν τοῖς δεινοῖς εὐφροσύνην καὶ θυμηδίαν, ὡς καὶ τοὺς ἄλλους δεσμώτας ψυχαγωγεῖν, καὶ εἰ ἀδημονοῦντας ἑώρα, παραμυθούμενος διετέλει. Τεκμηριοῖ γὰρ πολλάκις τὴν τῆς ψυχῆς διάθεσιν τῶν προσώπων ἡ θέσις, καὶ συνδιατίθεται τοῖς τῆς ἐννοίας κινήμασιν, οὐ χρόα μόνον προσώπου, ἀλλὰ καὶ κίνησις ὀφθαλμῶν, καὶ ὀφρύων συναγωγή τε καὶ ἄνεσις. Καὶ τὴν μὲν τοῦ θυμοειδοῦς ἐπανάστασιν, τὸ βλοσυρὸν τῶν ὀφθαλμῶν ἐπισημαίνει, τὸ δὲ χαλαρὸν τῆς ἀθυμίας, αἱ τῶν βλεφάρων παραδηλοῦσι στολίδες, ἐργαζόμεναι τὸ μειδίαμα· τὰς δὲ φροντίδας, ἡ τῶν ὀφρύων κατὰ τὸ μέσον αἰνίττεται σύνοδος· τὸν δὲ τῦφον, ἡ τούτων αὐτῶν ἐπὶ τὸ ἄνω καμπυλοειδὴς ἀναχώρησις. Ἐπειδὴ τοίνυν τὰ πλεῖστα τῶν τῆς ψυχῆς κινημάτων ἐν τοῖς προσώποις παραδηλοῦται, ὁ θαυμάσιος ἐκεῖνος ἀθλητὴς, οἷόν τισιν ἀγγέλοις τῆς ψυχῆς χρώμενος τοῖς προσώποις, τοὺς ἀθυμοῦντας διετέλει ψυχαγωγῶν. Καί ποτε θεασάμενος δύο τοῦ βασιλέως οἰκέτας ἀθύμως διακειμένους, τόν τε ἀρχιοινοχόον, καὶ τὸν ἀρχισιτοποιόν· ἁμαρτημάτων γάρ τινων ἕνεκεν ἐκεῖσε καθείρχθησαν· ἀμφοῖν πρόσεισι, καὶ πυνθάνεται, καὶ τῆς ἀθυμίας τὴν αἰτίαν ἀνερευνᾷ. Ἄνθρωπος τοσαύταις περικλυζόμενος συμφοραῖς, ἀπόγονος μὲν τοῦ Ἀβραὰμ, ἔκγονος δὲ τοῦ Ἰσαὰκ, υἱὸς δὲ τοῦ Ἰακὼβ, πάντων αὐτῶν προσφιλέστατος, φωτὸς δίκην ὁρώμενος, ἀφορμὴ θυμηδίας ὑπάρχων, εἰς δουλείαν μεταπεσὼν, καὶ ταύτην ὑπομείνας τὴν συμφορὰν, οὐ βαρβάρων τινῶν ἀγρίων δορυάλωτον εἰληχότων, ἀλλὰ ἀδελφῶν φθόνῳ δεδουλευκότων, καὶ οὐδὲ ἀδικίαν τινὰ δεικνύντων, ἀλλὰ τοὺς ὀνείρους ἐφόδιον εἰς δυσμένειαν εἰληφότων, οὐδὲν τούτων εἰς διάνοιαν λαμβάνων, οὐδὲ τὰ μετὰ τὴν δουλείαν συμβεβηκότα, καὶ τοὺς ὑπὲρ σωφροσύνης ἀγῶνας, καὶ τὴν μετὰ νίκην καταδίκην, καὶ τὴν ἀντὶ στεφάνων τιμωρίαν, καὶ ἀντὶ ἀναῤῥήσεων δεσμωτήριον, προσῄει τοὺς ἄλλους ἀθυμοῦντας παρηγορῶν, καὶ τῶν συνδεσμωτῶν ἐπυνθάνετο, λέγων· «Τί ὅτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον;» Τῶν δὲ φησάντων ὀνείρους ἑωρακέναι, καὶ τῇ τῆς ἑρμηνείας ἀγνοίᾳ κυκᾶσθαι τὸν λογισμὸν, οὐκ ἐθρήνησεν ὁ θεῖος ἐκεῖνος ἀνὴρ τῶν ὀνείρων ἀκούσας, οὐδὲ ὠλοφύρατο τῶν οἰκείων ἀναμνησθεὶς συμφορῶν, οὐδὲ ἀφῆκε δάκρυον ἀγεννὲς, οὐδὲ ἀνῴμωξε, καὶ τῶν παθῶν τὴν τραγῳδίαν εἰς μέσον παρήγαγε· μᾶλλον δὲ οὐκ ἐγέλασε μέγα, ὀνείρων ἀκούσας, ὧν τὸ ψεῦδος τέως προφανὲς ἐθεώρει, οὐδὲ ἔφησε πρὸς τοὺς δεσμώτας ἐκείνους· Ἀγνοεῖτε τῶν ὀνείρων, ὡς ἔοικεν, ὦ φίλοι, τὸ ψεῦδος, ἀπείρατοι τῆς τούτων ἀπάτης, ὡς εἰκὸς, ὑπάρχοντες, τὴν τούτων ἑρμηνείαν