Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.705
Not analysed yet
σιλείας τὰ δεύτερα λαμβάνοντα, καὶ τοῖς θρόνοις οὐκ ἐπαιρόμενον, ἀλλὰ τὴν ἀρχὴν ἠπιότητι κεραννύντα, καὶ τὴν ἡγεμονίαν κηδεμονίαν δεικνύντα, καὶ τοὺς ἀδελφοὺς ὁρῶντα μὲν φόνον ἀρτύοντας, οὐ φονῶντα δέ· καὶ τῶν μὲν ὀνείρων ἀναμιμνησκόμενον, τοῦ δὲ φθόνου τῶν ὀνείρων ἐπιλανθανόμενον. Ὁ μὲν γὰρ λιμὸς τοὺς ἀδελφοὺς εἰς τὴν Αἴγυπτον εἵλκυσεν, ἡ δὲ χρεία προσκυνεῖν ἠνάγκαζεν ἀγνοοῦντας τὸν προσκυνούμενον· οἱ δὲ πολεμηθέντες ὄνειροι, διὰ τῶν ἐπιβουλευσάντων τὸ πέρας ἐλάμβανον. Καὶ οἱ τῶν ὀνείρων χάριν τὸν ἀδελφὸν ἀποδόμενοι, ἵνα μὴ προσκυνήσωσιν ὡς προεῖπον οἱ ὄνειροι, τῇ πράσει τὴν προσκύνησιν κατεσκεύασαν. Πραθεὶς γὰρ, ἐδούλευσε· δουλεύσας, τὴν τῆς δεσποίνης ἀκολασίαν ἐμίσησε· μισήσας, συκοφαντίαν ὑπέμεινε· συκοφαντηθεὶς, δεσμωτήριον ᾤκησε· καθειρχθεὶς, τοῖς τοῦ βασιλέως οἰκέταις τοὺς ὀνείρους ἡρμήνευσεν. Ἐκεῖθεν γίνεται γνώριμος τῷ βασιλεῖ, ἀπαλλάττει θορυβούμενον ὑπ' ὀνείρων· καὶ σαφῶς ἑρμηνεύσας, καὶ τὸ πρακτέον συμβουλεύσας, χειροτονεῖται λοιπὸν ὧν συνεβούλευσεν οἰκονόμος. Κεράννυσι τῇ φορᾷ τῶν καρπῶν τὴν προσδοκωμένην τῆς γῆς ἀκαρπίαν, καὶ τὴν εὐετηρίαν φυλάττει φάρμακον τῷ λιμῷ· καὶ γίνεται τροφεὺς, οὐκ Αἰγυπτίων μόνον, ἀλλὰ καὶ τῶν ἀδελφῶν, οἳ τροφὴν αὐτὸν ἐποιήσαντο. Προσκυνοῦσι τοιγαροῦν αὐτὸν ἀληθῶς οἱ τῶν ὀνείρων φθονήσαντες, καὶ οἱ τὴν ἐν ὀνείρῳ προσκύνησιν οὐ δεξάμενοι, τὴν ἀληθῆ προσκύνησιν ἐποιήσαντο. Ὁ δὲ τὴν μὲν προσκύνησιν δέχεται, τοῖς δὲ ἴσοις τοὺς ἀδελφοὺς οὐκ ἀμείβεται, ἀλλὰ καὶ τρέφει, καὶ θεραπεύει, καὶ προῖκα τὸν σῖτον δωρεῖται. Καὶ τὸ τελευταῖον, τὸν ὁμογάστορα θεασάμενος ἀδελφὸν, καὶ τὸ δρᾶμα τῆς ἐπιβουλῆς ὑφήνας, ὡς εἶδεν αὐτοὺς ὑπερμαχοῦντας τοῦ νέου, καὶ τὴν τοῦ πρεσβύτου πατρὸς θεραπείαν τῆς σφῶν αὐτῶν προτιμῶντας ἐλευθερίας, τὸ προσωπεῖον τῆς ἀπειλῆς ἀφελόμενος, καὶ πάντας ἔξω γενέσθαι τοῦ δικαστηρίου κελεύσας· «Ἐγὼ, φησὶν, εἰμὶ Ἰωσὴφ ὁ ἀδελφὸς ὑμῶν, ὃν εἰς Αἴγυπτον ἀπέδοσθε.» Καὶ ἵνα μὴ παραυτίκα τῷ δέει καταπλαγέντες, τὸν τῆς ἀποπληξίας ὑπομείνωσιν ὄλεθρον, εὐθὺς ἐπήγαγε λέγων· «Καὶ νῦν μὴ φοβεῖσθε, μηδὲ σκληρὸν ὑμῖν φανήτω· εἰς γὰρ ζωὴν ἀπέσταλκέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν.» Ἐπειδὴ γὰρ ᾔδει πάσης αὐτοὺς ἀπολογίας γεγυμνωμένους, καὶ τὴν γλῶτταν αὐτῶν ὑπὸ τῆς ἁμαρτίας πεπεδημένην, αὐτὸς ὁ τὰ μυρία ἐκεῖνα πεπονθὼς δεινὰ, τὴν μὲν κατηγορίαν ἐᾷ, τὴν δὲ ἀπολογίαν εἰσφέρει. «Εἰς γὰρ ζωὴν ἀπέσταλκέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, ἵνα διατραφῇ λαὸς πολύς.» Οὐχ ὑμῶν, φησὶ, τὸ ἔργον, ἀλλὰ τοῦ Θεοῦ. Μὴ δυσχεραίνετέ μου τὴν δουλείαν, θείαν οὖσαν οἰκονομίαν. Ἀπόθεσθε τὸ δέος· οὐδὲν ἐντεῦθεν γεγένηται χαλεπόν. Πάσης τῆς Αἰγύπτου τὴν ἡγεμονίαν