Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.704
Not analysed yet
ποθεῖτε· ἐγὼ δὲ τὴν πεῖραν ἔχων διδάσκαλον, καταγελᾷν ὑμᾶς τούτων παρεγγυῶ· οὐδὲν γὰρ οὗτοι μηνύουσιν ἀληθὲς, ἀλλὰ τἀναντία πάντα τῇ ἀληθείᾳ προλέγουσιν. Ἤλπισα τῶν ἀδελφῶν ἡγεμονεύσειν, καὶ τῆς πατρῴας ἄρξειν οἰκίας, ὀνείροις ποτὲ πιστεύσας ἐγώ· καὶ οὐ μόνον τῆς ἡγεμονίας οὐκ ἔτυχον, ἀλλὰ καὶ τῆς ἐλευθερίας ἐκπεσὼν, δοῦλος ὁ ταλαίπωρος ἐγενόμην. Καὶ οὐδὲ δουλεύων ἐξ οὐρίων ἠνέχθην, ἀλλὰ κἀνταῦθα μυρίαις περιπεσὼν τρικυμίαις, δεσμωτήριον οἰκεῖν ἀναγκάζομαι. Μὴ τοίνυν ὑμᾶς ταραττέτωσαν αἱ νυκτεριναὶ φαντασίαι· ἀληθείας πόῤῥω τυγχάνει τῶν ὀνείρων τὸ γένος. Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν ὁ γενναῖος ἐκεῖνος ἀνὴρ, ἀλλά φησι πρὸς αὐτούς· «Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν; Ἀπαγγείλατε οὖν μοι.» Καὶ πανταχοῦ τὸ θεῖον ὄνομα περιφέρει, καὶ τούτῳ τήν τε ψυχὴν ὁμοῦ καὶ τοὺς λόγους κατακοσμεῖ. Καὶ Θεοῦ λέγων εἶναι τὴν ἑρμηνείαν, καταθαῤῥεῖ ταύτης, ἅτε δὴ θεῖον ἑαυτὸν κατασκευάσας νεών. Ἀπήγγελλον οὖν, ὁ δὲ ἡρμήνευε, καὶ τὰ αἰνιγματώδη καὶ συνεσκιασμένα ἐγύμνου. Καὶ μετὰ τὸ τέλος τῆς ἑρμηνείας, τῷ ἀρχιοινοχόῳ φησίν· «Ἀλλὰ μνήσθητί μου, ὅταν εὖ σοι γένηται, ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων, καὶ ὧδε οὐκ ἐποίησα οὐδὲν κακὸν, καὶ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦ οἴκου τούτου.» Καὶ οὐδὲ τῆς ἀνάγκης καλεσάσης, τὴν τῶν ἀδελφῶν ἐγύμνωσε πονηρίαν, ἀλλὰ πρόσωπον ὑποδεικνύει τὸ τῆς κλοπῆς δρᾶμα, καὶ τοὺς ἔργῳ δοῦλον πεποιηκότας, λόγῳ παροινεῖν οὐκ ἀνέχεται, ἀλλ' αἰδοῖ τῆς φύσεως συγκαλύπτει τὴν ἀδικίαν· οὐ μόνον δὲ τὴν τῶν ἀδελφῶν γραφὴν εἰσενεγκεῖν οὐκ ἠθέλησεν, ἀλλ' οὐδὲ τῆς δεσποίνης τὴν πονηρίαν τοῖς ἀγνοοῦσι δήλην πεποίηκε· καὶ τοσαύτην αὐτῇ συνειδὼς λαγνείαν, ἀκολασίαν, ψεῦδος, συκοφαντίαν, ἐπιβουλὴν, τούτων μὲν οὐδὲν εἰς μέσον παρήγαγεν, ἁπλῆν δὲ μόνην ὑπὲρ ἑαυτοῦ τὴν ἀπολογίαν εἰσήνεγκεν· «Ὅτι κλοπῇ, φησὶν, ἐκλάπην ἐκ γῆς Ἑβραίων, καὶ ὧδε οὐδὲν κακὸν ἐποίησα, καὶ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦ ὀχυρώματος τούτου.» Βλέπε ῥημάτων φιλοσοφίαν, βλέπε διανοίας μεγαλοψυχίαν, βλέπε φρόνημα ἀδούλωτον καὶ ἀκατάπληκτον, βλέπε ψυχὴν τὴν αὐτὴν ἀεὶ, καὶ μήτε ἐν εὐημερίαις ἐπαιρομένην, μήτε ἐν δυσκληρίαις ταπεινουμένην, ἀλλὰ πάντα γελῶσαν καὶ τὰ λυπηρὰ τοῦ βίου, καὶ τὰ τερπνὰ, μόνην δὲ ἀρετὴν θαυμάζουσαν, καὶ ταύτης μετιέναι σπουδάζουσαν. Τί τοῦτον ἡ τῆς δεσποίνης ἐλυμήνατο βδελυρία; Τί δὲ αὐτὸν ἡ ἐκείνης ἔβλαψε πονηρία; Μὴ τοίνυν ὁρίζου βλάβην εἶναι δούλων τῶν δεσποτῶν τὴν μοχθηρίαν· δυνατὸν γὰρ καὶ πονηροῖς δεσπόταις δουλεύοντα, φυγεῖν παντὶ σθένει τῆς πονηρίας τὴν μίμησιν. Ὅτι δὲ οὐ δεσποτεία πονηρίας διδάσκαλος, οὔτε πλοῦτος κακίας δημιουργὸς, βλέπε τοῦτον αὐτὸν, τῆς μὲν δουλείας ἀπαλλαττόμενον, καὶ τῆς βα-