Ancient Greek · ~10 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.709
Not analysed yet
πίσματα, εἰς λάκκον καθῆκε δυσώδη βόρβορον ἔχοντα, ὅτι λυπηρὰ λίαν καὶ ἀλγεινὰ προηγόρευσεν. Ἀβδεμέλεχ δέ τις οἰκέτης Αἰθίοψ ἐκτομίας, οὐ τῆς βασιλείας τὸν ὄγκον εἰς νοῦν λαβὼν, οὐ τὴν κρατοῦσαν ἀσέβειαν, οὐ τὴν κατὰ τοῦ προφήτου μανίαν, οὐ τῆς δουλείας τὴν συμφορὰν, ἐλέγχει μὲν τοῦ βασιλέως τὴν ἄδικον ψῆφον, κατηγορεῖ δὲ τῆς κατὰ τοῦ προφήτου τολμηθείσης παρανομίας, καὶ τὸν τῶν γινομένων ἔφορον ὑποδείκνυσι, καὶ τῇ δικαίᾳ τιμωρίᾳ τὸν βασιλέα δεδίττεται. Καὶ γίνεται σύμβουλος τοῦ βασιλέως ὁ οἰκέτης, τοῦ ἀνδρὸς ὁ εὐνοῦχος, τοῦ ἡμεδαποῦ ὁ ὀθνεῖος, τοῦ Ἰσραηλίτου ὁ Αἰθίοψ, ὁ ἐκ τοῦ Χὰμ τοῦ ἐκ τοῦ Σὴμ τὸ γένος κατάγοντος. Καὶ πείθει τοῖς εὐσεβέσι λόγοις τὸν βασιλέα, καὶ ἀνάγει τὸν προφήτην ἐκ τῆς πικρᾶς ἐκείνης καὶ ζοφώδους καὶ δυσώδους εἱρκτῆς, καὶ τὴν ἀναγκαίαν αὐτῷ χορηγεῖ τροφὴν πάντα τῆς πολιορκίας τὸν χρόνον. Καὶ λαμβάνει παρὰ τοῦ Θεοῦ μισθὸν τῆς εὐσεβείας, τὴν εὐλογίαν· καὶ τῆς πόλεως ἁλούσης, καὶ τῶν οἰκούντων τὰ βασίλεια κατασφαγέντων, οὗτος ἀπολαύει τῆς σωτηρίας κατὰ τὴν θείαν ὑπόσχεσιν. Εὔδηλον τοίνυν ἐκ τῶν εἰρημένων, ὡς οὐ λυμαίνονται μόνον τοῖς ἀγαθοῖς οἰκέταις οἱ πονηροὶ δεσπόται, ἀλλὰ καὶ πολλὴν ἐξ ἐκείνων ὠφέλειαν καρποῦνται. Καὶ τοῦτο πάλιν καὶ ἑτέρωθεν ἔστι καταμαθεῖν. Ἐπειδὴ γὰρ ἀνάστατος ἡ πόλις ἐκείνη διὰ τὴν πολλὴν παρανομίαν ἐγένετο, καὶ πολλοὺς μὲν ὁ λιμὸς ἐδαπάνησε, πολλοὺς δὲ ὁ πόλεμος θανάτῳ παρέπεμψε, τοὺς δ' ὑπολοίπους εἰς Βαβυλῶνα δορυαλώτους ὁ τῶν Χαλδαίων ἀπήγαγε βασιλεύς· εἶτα τοὺς ἐξ εὐγενῶν πεφυκότας, καὶ ὥρᾳ σώματος λάμποντας, καὶ ἡλικίας ἀκμῇ νεανιευομένους ἀποκρίνας, ἔνδον ἐν τοῖς βασιλείοις διάγειν ἐκέλευσε, τὴν βασιλικὴν διακονίαν πληροῦντας. Πρότερον δὲ αὐτοὺς ἐκέλευσε τὴν ἐκ τῆς πολιορκίας καὶ τῆς ὁδοιπορίας ἀποδύσασθαι κακουχίαν, διαίτῃ λαμπρᾷ, καὶ σιτίοις καὶ ὄψοις ἐκ τῆς βασιλικῆς προσφερομένοις τραπέζης. Ἐνταῦθά μοι βλέπε τὴν τῶν θείων μειρακίων ἐκείνων εὐγένειαν· οὔτε γὰρ ἡ τῆς πόλεως ἅλωσις, οὐχ ὁ τοῦ θείου νεὼ ἐμπρησμὸς, οὐχ ἡ τῶν ἀδύτων καὶ ἀψαύστων ἐρημία, οὐ τὰ θεῖα σκεύη λάφυρα τῶν Βαρβάρων γεγενημένα, οὐχ ἡ τῶν βασιλέων ἀναίρεσις, οὐχ ἡ τῶν ἱερέων σφαγὴ, οὐχ ἡ πόῤῥωθεν τῶν ἁγίων οἴκησις, οὐχ ἡ ἐν τῇ ἀλλοτρίᾳ διατριβὴ, οὐχ ἡ ἐρημία τῶν διδασκόντων, οὐχ ἡ τῶν κρατούντων ἀσέβεια, οὐχ ἡ τῆς δουλείας ἀνάγκη, οὐχ ὁ βαρὺς τοῦ βασιλέως ζυγὸς, οὐ τὸ τῆς ἡλικίας ἄωρον, οὐ πόθος ζωῆς, οὐ φόβος τελευτῆς, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν ἀνέπεισε μικρόν τι παραφεῖναι καὶ παραβῆναι τῶν τοῦ νόμου γραμμάτων. Ἀλλὰ παρακαλοῦσι μὲν τὸν κηδεμόνα σφῶν γεγενημένον, τὴν ἀπὸ σπερμάτων αὐτοῖς χορηγῆσαι τροφὴν, τὴν βασιλικὴν βδελυττόμενοι θοίνην, καὶ τὴν ποικίλην ἐκείνην μυσαττόμενοι