Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.712
Not analysed yet
πανδαισίαν· ἑώρων γὰρ αὐτὴν τῇ τῶν εἰδώλων μιαινομένην προσηγορίᾳ. Τοσοῦτον δὲ εἶχον θάρσος, καὶ περὶ τὸν πατρῷον Θεὸν ἀγάπην καὶ πίστιν, ὡς ὑποσχέσθαι τῷ κηδεμόνι, τὴν ἀπὸ σπερμάτων τροφὴν λαμπροτέρους αὐτοὺς ἀποδείξειν τῶν βασιλικὰ σιτουμένων σιτία. Καὶ οὐκ ἐψεύσθησαν τῆς ἐλπίδος, ἀλλὰ τῆς πίστεως ἐδρέψαντο τοὺς καρπούς. Ἀπεφάνθησαν γὰρ, ὡς ἐπηγγείλαντο, πάντων ὁμοῦ τῶν λαμπρῶς ἑστιωμένων εὐπαθέστεροί τε καὶ εὐτραφέστεροι, καὶ ὥρᾳ πλείονι λάμποντες, καὶ ῥώμῃ κοσμούμενοι σώματος. Ἐπειδὴ δὲ, ὁ χρόνος ὁδεύων, καὶ εἰς ἄνδρας τελεῖν αὐτοὺς παρεσκεύασε, καὶ πεῖραν τῆς σφετέρας ἀρετῆς δεδωκότες, ἄρχειν ἔλαχον τῶν ἐγχωρίων οἱ δορυάλωτοι, τηνικαῦτα πάλιν ἕτερον αὐτοῖς ἀνοίγεται στάδιον. Ὁ γὰρ ἀλαζὼν ἐκεῖνος, καὶ τῷ τύφῳ τῆς μανίας τὸν πατέρα μιμούμενος, ἀνίστησι μὲν τὴν μεγίστην εἰκόνα ἐκείνην, τὴν ἐξ ὕλης καὶ χρυσοῦ κατεσκευασμένην, παρακελεύεται δὲ πάντας ὡς Θεὸν προσκυνεῖν τὴν εἰκόνα· τοῖς δὲ προσκυνεῖν οὐκ ἐθέλουσι προὔθηκε τιμωρίαν, τὴν κάμινον ἐκείνην, ἀπληστίᾳ τροφῆς ταύτην ἐπὶ πλεῖον αὐξήσας. Τότε τοίνυν πολλοὶ μὲν τῷ βασιλεῖ χαριζόμενοι, τὸ κελευόμενον ἐποίουν· πολλοὶ δὲ τὰ συνήθη δρῶντες, ὡς ἑνὶ τῶν ἄλλων εἰδώλων τὸ σέβας προσέφερον· ἦσαν δὲ, οἳ φόβῳ τῆς πυρᾶς προΐεντο τὰς ψυχὰς, καὶ ὑπὸ τοῦ συνειδότος κεντούμενοι, τὸ θεῖον σέβας ἐπὶ τὴν εἰκόνα μετέφερον. Οἱ δὲ γεννάδαι ἐκεῖνοι, Ἀνανίας, Ἀζαρίας, καὶ Μισαὴλ, οἱ τοῦ νόμου τρόφιμοι, οἱ τῆς Ἀβραμιαίας πίστεως κληρονόμοι, οἱ τῆς εὐσεβείας ἀθληταὶ, οἱ τῆς χάριτος πρόδρομοι, οἱ τῆς πίστεως πρόμαχοι, οἱ δοῦλοι τὰ σώματα, καὶ τὰ φρονήματα ἐλεύθεροι, οἱ αἰχμάλωτοι, καὶ βασιλέων τὰς ψυχὰς ὑψηλότεροι, οὐ μόνον ἑκόντες οὐ προσεκύνησαν τῇ εἰκόνι, ἀλλὰ καὶ κατηγορηθέντες, ἅτε δὴ τὸ κελευσθὲν οὐ ποιήσαντες, ἀπολογίαν μὲν οὐδεμίαν προσφέρουσιν, ἄντικρυς δὲ ἀπαγορεύουσι τὴν προσκύνησιν, καὶ μεγάλῃ βοῶσι φωνῇ· «Ἔστι Θεὸς ἐν οὐρανῷ, ᾧ ἡμεῖς λατρεύομεν, ὃς δύναται ῥύσασθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς. Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, ὦ βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν.» Οὐ γὰρ ἐπὶ μισθῷ τῷ πεποιηκότι δουλεύομεν, οὐδὲ τῇ εὐσεβείᾳ τὴν σωτηρίαν ὠνούμεθα, οὐδὲ ἐκ παντὸς τρόπου ζωῆς τυχεῖν ἐφιέμεθα· ἀλλὰ στέργομεν τοῦ Δεσπότου τὸ βούλημα· κἂν ἀπαλλάξῃ τῶν δεινῶν, χάριν ὁμολογοῦμεν· κἂν τούτοις περιπεσεῖν συγχωρήσῃ, προσκυνοῦμεν. Ὅτι μὲν γὰρ δύναται κρείττους ἡμᾶς ἀποφῆναι τῶν ἀπειλουμένων τιμωριῶν, ἴσμεν σαφῶς καὶ οὐδαμῶς ἀμφιβάλλομεν· εἰ δὲ καὶ βούλεται, ἀγνοοῦμεν. Ἀνέφικτος γὰρ ὁ τῆς θείας Προμηθείας βυθός. Μὴ τοίνυν μέλλε, ἀλλὰ ταῖς ηὐτρεπισμέναις παράπεμπε τιμωρίαις· ἡδίων μὲν γὰρ ἡμῖν ὁ μετ' εὐσεβείας θάνατος, τῆς σὺν ἀσεβείᾳ ζωῆς.