Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.717
Not analysed yet
Θεοῦ προμήθειαν δεικνύναι βουλόμενοι. Λίαν γὰρ ἦν εὐπετὲς καὶ μάλα ῥᾴδιον, τῆς περιττῆς καὶ ματαίας πολυπραγμοσύνης ἀπηλλαγμένους, κατιδεῖν ταύτην τῶν τοῦ παντὸς οἰάκων ἐπειλημμένην, καὶ σοφῶς ἅπαντα κυβερνῶσαν. Ἐπειδὴ δὲ πολλοὶ τῶν ἀνθρώπων ἑκόντες ὁρᾷν οὐκ ἐθέλουσιν, ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς μύουσι, καὶ τὰ ὦτα βύουσι, καὶ τῆς πανταχόθεν φερομένης φωνῆς ἐπαΐειν οὐκ ἐθέλουσι, καὶ τῶν εὖ καὶ καλῶς ὑπὸ τοῦ Θεοῦ γιγνομένων ἕκαστον κωμῳδοῦσι, βλασφημοῦσι, διαβάλλουσι, καὶ μυρία ἄττα συνείρουσι τὰς ψευδεῖς κατηγορίας ὑφαίνοντες, εἰκότως, οἶμαι, τὸν κατὰ τῆς κατηγορίας ἀνεδεξάμεθα λόγον, συκοφαντίαν οὖσαν, ἀλλὰ οὐκ αἰτίαν ὀρθὴν ἀποδεῖξαι βουλόμενοι· καὶ τὴν πολεμουμένην ὑπ' αὐτῶν προμήθειαν καλέσαντες σύμμαχον, καὶ τοῦ τῆς ἀπολογίας προστησάμενοι λόγου, ὀκτὼ μὲν ἤδη διεξεληλύθαμεν λόγους, τὴν τῶν ἀχαρίστων διελέγχοντες βλασφημίαν. Καὶ τῆς ἀχαριστίας αὐτῶν κατηγόρους ὁμοῦ καὶ μάρτυρας παρηγάγομεν εἰς μέσον, οὐρανὸν, καὶ γῆν, καὶ θάλασσαν, καὶ ἀέρα, καὶ τὰ ἐν τούτοις ἅπαντα σώματα, ἔμψυχά τε καὶ ἄψυχα, λογικά τε καὶ ἄλογα, πτηνὰ καὶ πεζὰ, καὶ νηκτὰ καὶ ἀμφίβια. Καὶ πρὸς τούτοις, τὴν τῶν ἀνθρωπείων σωμάτων κατασκευὴν, τὴν ἐν ἑκάστῳ τῶν μορίων διαλάμπουσαν τοῦ Θεοῦ τὴν σοφίαν καὶ προμήθειαν. Τὸ θεόσδοτον τοῦ λόγου δῶρον, δι' οὗ τῶν ἀνθρώπων ἡ φύσις καὶ γεωργίαν εὗρε, καὶ ναυτιλίαν, ἰατρικήν τε καὶ γραμματικὴν ἐπιστήμην, καὶ τὰς ἄλλας ἁπάσας τέχνας καὶ ἐπιστήμας, αἳ τῶν ἀνθρώπων τὸν βίον ἡδίω κατασκευάζουσιν. Ἀπεδείξαμεν δὲ, σὺν Θεῷ φάναι, καὶ τῶν ζώων ἡμέρων τε καὶ ἀγρίων τὴν χρείαν, καὶ πλούτου καὶ πενίας τὸ χρήσιμον, δουλείας καὶ δεσποτείας τὸ ἀναγκαῖον· εἶτα πρὸς τούτοις, ὡς μηδεμίαν πρὸς τῶν κακίᾳ συζώντων δεσποτῶν ἕλκουσι βλάβην, εἰ θέλουσι σωφρονεῖν, οἱ δουλεύοντες. Καὶ τούτων ἐκ μὲν τῆς θείας Γραφῆς τὰς ἀποδείξεις εἰς μέσον ἠγάγομεν· τοῖς δὲ πικροῖς τῆς Προνοίας κατηγόροις, τοῖς ἐπὶ τοῦ παρόντος δουλευόντων τὴν ἐξέτασιν παρελίπομεν. Ἔστι γὰρ καὶ νῦν ἰδεῖν μυρίους πονηροῖς μὲν δεσπόταις δουλεύοντας, οὐ μόνον δὲ τὴν δεσποτικὴν κακίαν οὐ μιμουμένους, ἀλλὰ καὶ κομιδῇ ταύτην βδελυττομένους, καὶ καλοκαγαθίαν ἀσπαζομένους, καὶ τὴν ἐναντίαν τοῖς δεσπόταις ὁδεύοντας. Ἀλλ' ἴσως πάλιν ἑτέραν ἐντεῦθεν ἀφορμὴν κατηγορίας κατὰ τῆς θείας λήψονται Προμηθείας, καὶ τοὺς τῆς ἀρετῆς τροφίμους μάταια πονεῖν φήσουσι, καὶ κατὰ πετρῶν σπείρειν, τὸ δὴ λεγόμενον, καὶ κοσκίνῳ ὕδωρ ἀντλεῖν, καὶ τοιαῦτα ἅττα δρᾷν, καρπῶν ἀγαθῶν οὐδαμῶς ἀπολαύοντας. Οἱ μὲν γὰρ, φασὶ, πενίᾳ συζῶσι, καὶ ταλαιπωρίᾳ συγκεκληρωμένοι πολλῇ, τὸν βίον ὁδεύουσιν· οἱ δὲ, τὸν βαρὺν ἕλκουσι τῆς δουλείας ζυγὸν, καὶ διηνεκέσιν ὑπόκεινται πόνοις, καὶ τὸ τούτων πολλῷ χαλεπώτερον, πολλοὶ πονηρίαν, μυσαττόμενοι, πονηροῖς δουλεύειν δεσπόταις ἀνέχονται. Ποῖον οὖν ἔχουσι, φησὶν, οὗτοι μισθόν; ποίας τῆς ἀρετῆς τὰς ἀντιδόσεις; ποῖα τῶν