Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.716
Not analysed yet
ἔστιν ἐν τούτοις ἀταξία καὶ ἀκοσμία καὶ σύγχυσις; Ἀλλὰ ταῦτα λέγειν ἐπιχειροῦσιν οἱ τῆς θείας οἰκονομίας τὴν ἄβυσσον ἀγνοοῦντες. Οἱ δὲ μεμυημένοι, καὶ τῶν θείων μυστηρίων γευσάμενοι, ἴσασι τούτων τὴν αἰτίαν καὶ ῥίζαν. Κήδεται γὰρ τῶν πλημμελούντων, καὶ παιδεύει ὁ φιλάνθρωπος, καὶ ἀτημέλητον οὐδένα ἀνθρώπων ἐθέλει καταλιμπάνειν. Οὗ χάριν καὶ πέμπων αἰχμαλώτους τοὺς παρανόμους, συνέπεμψεν αὐτοῖς οἷόν τινας παιδοτρίβας καὶ διδασκάλους τοὺς ἀρετῇ συζῶντας, ἵνα, καθάπερ τινὶ λύχνῳ φωταγωγούμενοι καὶ ποδηγούμενοι τῷ τούτων βίῳ καὶ λόγῳ, τὴν ἀπλανῆ τρίβον οὕτω πως ὁδεύωσιν. Ὅτι δὲ οὐ μόνον τοῖς ὁμοφύλοις σωτηρίας ἐγένετο πρόξενος ἡ τούτων αἰχμαλωσία, ἀλλὰ καὶ τοὺς ἀλλοφύλους ἐφώτισε τῷ τῆς θεογνωσίας φωτὶ, μάρτυς ἡ ἱστορία. Εἰ τοίνυν αὐτοὶ μὲν διὰ τῶν ἀγώνων διέλαμψαν, καὶ περιφανεῖς ἐγένοντο, καὶ περίβλεπτοι, καὶ τοῖς ὀψιγόνοις ἀρχέτυπον ὠφελείας κατέλιπον, καὶ τοῖς συναιχμαλώτοις ὑπόθεσις σωτηρίας ἐγένοντο, καὶ τοὺς βαρβάρους ὤνησαν, ἀκραιφνῆ φυλάξαντες τὴν εὐσέβειαν, καὶ δι' ἐκείνης μεγάλα θαυματουργήσαντες θαύματα, τί τῆς Προνοίας κατηγορεῖς τοιαῦτα προμηθουμένης; Τί δ' οὐχὶ μᾶλλον ὑμνεῖς τὸν τῶν ψυχῶν Οἰκονόμον, καὶ τῆς κτίσεως Κυβερνήτην, οὕτω σοφῶς ἅπαντα καὶ συμφερόντως ἰθύναντα; Ἐγὼ μὲν οὖν ἐκ τῶν θείων ὑπέδειξα λογίων, ὡς δυνατὸν πονηρῷ δεσπότῃ δουλεύοντα, καὶ κακίαν φεύγειν, καὶ ἀρετὴν μετελθεῖν, καὶ τοῖς δεσπόταις πολλὰς προφάσεις παρασχεῖν ὠφελείας. Σὺ δὲ τοὺς νῦν συνδουλεύοντας περισκόπησον, καὶ ὄψει πολλοὺς ἀκολάστοις μὲν δουλεύοντας, ἀκολασίαν δὲ βδελυττομένους, καὶ σωφροσύνην τιμῶντας, καὶ οὐδεμίαν ἐκ τῶν δεσποτῶν κακίαν ἐκματτομένους, ἀλλ' ὧν ἀρτίως διεξεληλύθαμεν ἀνδρῶν μιμουμένους τὸν βίον. Καὶ ἔκ τε τῶν εἰρημένων, ἔκ τε τῶν ὁρωμένων, καὶ τῆς ἡμετέρας φύσεως τὸ αὐτεξούσιον διδαχθεὶς, καὶ τῆς τοῦ Θεοῦ προνοίας τὴν σοφίαν καταμαθὼν, παλινῳδίαν ᾆσον, καὶ τὴν νῦν ἀνακρουομένην ὑπὸ σοῦ βλασφημίαν εἰς ὑμνῳδίαν μετάβαλε, καὶ τὰ κρούματα τῆς γλώσσης τὰ νῦν κατὰ τοῦ Θεοῦ γιγνόμενα, ὑπὲρ Θεοῦ γιγνέσθω, καὶ τοῦ Ποιητοῦ τὴν πρόνοιαν ᾀδέτω, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ Θʹ. Ὅτι οὐκ ἄκαρπος τῆς δικαιοσύνης ὁ πόνος, κἂν ἐν τῷ παρόντι βίῳ μὴ φαίνηται· καὶ περὶ ἀναστάσεως, ἀπὸ φυσικῶν συλλογισμῶν. Εἰ τῆς ἀγαθῆς ἐκείνης παραινέσεως ἅπαντες ἤθελον ἐπαΐειν, τῆς διαῤῥήδην βοώσης· «Ἰσχυρότερά σου μὴ ζήτει, καὶ βαθύτερά σου μὴ ἐρεύνα, ἃ προσετάγη σοι ταῦτα διανοοῦ,» πολλῶν οὐκ ἂν ἐδεήθημεν λόγων, τὴν περὶ πάντα τοῦ