Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.721
Not analysed yet
Διαλύουσι γὰρ τοῖς ἐπαίνοις τῆς προθυμίας τὸ σύντονον, καὶ καταλαβεῖν οὐκ ἐῶσι τὴν νύσσαν. Οὕτως ὁ μακάριος ἔτρεχε Παῦλος, οὔτε τοῖς ἐπαινοῦσιν, οὔτε τοῖς βλασφημοῦσι προσέχων, ἀλλὰ τῶν ὄπισθεν μὲν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος καὶ κατὰ σκοπὸν διώκων ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Οὐ τοίνυν μισθὸν ὁρίζονται τῶν πόνων τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον τῶν θείων νόμων οἱ φύλακες, ἀλλὰ τὰς θείας ἀναμένουσιν ὑποσχέσεις, τὸν τῶν ἄθλων ἀγωνοθέτην προσμένοντες, τοὺς ἀκηράτους ἀναμένουσι στεφάνους, τὰ θεόσδοτα καραδοκοῦσι βραβεῖα, τοῦ δικαίου κριτοῦ τὴν ψῆφον προσδέχονται, τὴν τῶν σωμάτων ἀνάστασιν, τὴν εἰς οὐρανοὺς ἀνάβασιν, τὴν μετ' ἀγγέλων χορείαν, καὶ πρὸ τούτων ἁπάντων, τὸ διηνεκῶς αὐτὸν ὁρᾷν τὸν ἐρώμενον, δι' ὃν τοῦ βίου τὸ πέλαγος διαπερῶντες, τῶν τῆς πονηρίας ὑπερέπλευσαν κυμάτων, καὶ μετὰ πολλῶν διανηχόμενοι πόνων, οὐκ ἠθέλησαν ὑποβρύχιοι γενέσθαι, ἀλλὰ τὴν τῶν λιμένων ἐπιθυμίαν τοῖς πόνοις συζεύξαντες, ὑπεστήριξαν τὴν ἀσθένειαν. Λιμένα δὲ ἔχουσιν οἱ τῆς ἀρετῆς εἰς ἄκρον ἐληλακότες, οὐ ζωὴν, οὐκ ἀνάστασιν, οὐκ ἄλλο τι τῶν ἀγαστῶν, ἀλλ' αὐτὸν τὸν ποθούμενον, δι' ὃν τρυφὴν ἡγοῦνται τὴν κακουχίαν, καὶ ὕπνον ἥδιστον τὴν ἐπίπονον ἐργασίαν, καὶ τὴν ἐν ἐρήμοις διατριβὴν τῆς ἐν πόλεσι θυμηρεστέραν, καὶ τὴν ἐν πενίᾳ ζωὴν, τῆς μετὰ πλούτου λαμπροτέραν, καὶ τὴν πικρὰν δουλείαν, πάσης τυραννίδος ἡδίω. Τοῦτον οἱ τῆς ἀρετῆς ἐργάται προσμένουσι τὸν μισθόν. «Ἔστι γὰρ κληρονομία τοῖς θεραπεύουσι τὸν Κύριον,» ὡς ὁ προφήτης Ἡσαΐας βοᾷ. Μαρτυρεῖ δὲ καὶ ὁ μακάριος Δαβὶδ, εὐχαριστήριον ὕμνον ὑφαίνων τῷ δοτῆρι τῶν ἀγαθῶν, καὶ λέγων· «Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου, Κύριε.» Ὁπόσα δὲ καὶ αὐτὸς ὁ Δεσπότης Χριστὸς ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις τοιαῦτα διεξέρχεται· «Μακάριοι, λέγων, οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν·» καὶ τἄλλα τὰ τούτοις ἑπόμενα, ῥᾴδιον τῷ βουλομένῳ τὰς θείας ἀναπτύξαντι Βίβλους καταμαθεῖν. Εὐρήσει γὰρ ταῦτα καὶ ἐν τῇ τῶν ταλάντων διανομῇ, καὶ ἐν τῇ τῶν δέκα παρθένων παραβολῇ, καὶ ἐν τῇ τῶν ἀμνῶν καὶ τῶν ἐρίφων τροπικῇ διαιρέσει, καὶ ἐν τῷ σπόρῳ τῷ τὰ ζιζάνια δεξαμένῳ, καὶ ἐν τῇ σαγήνῃ, ἣν καθῆκαν μὲν οἱ χαλάσαντες εἰς τὸ πέλαγος, ἀορίστως δὲ τοὺς ἰχθύας θηρεύσαντες, οὕτω λοιπὸν ἀρίστην δὴ τὴν διαίρεσιν ἐποιήσατο. Μυρία δὲ τοιαῦτα καὶ ἐν τοῖς ἀποστολικοῖς διδάγμασιν ἔστιν εὑρεῖν. Ταῦτα τοίνυν τοῖς φιλομαθέσι καταλιπὼν ἐρευνᾷν, ὡς μῆκος ἄπει-