Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.724
Not analysed yet
ρον ἐμποιοῦντα τῷ λόγῳ, ἐπὶ τὰ συνεχῆ βαδιοῦμαι τοῦ λόγου. Ἄλλως τε δὲ περιττὸν, καὶ λίαν παρέλκον, τῶν τῆς ἀρετῆς ἀντιδόσεων ἀπὸ τῆς θείας Γραφῆς τὰς ἀποδείξεις ποιήσασθαι. Οἵ τε γὰρ πιστεύοντες προνοεῖν τῶν ἀνθρώπων τὸν τῶν ὅλων Θεὸν, τῶν ἡμετέρων οὐ προσδέονται λόγων, ἀλλ' ἀρκοῦνται τοῖς τῆς πίστεως ὀφθαλμοῖς, καὶ τῇ τῶν θεοπνεύστων λογίων διδασκαλίᾳ· οἵ τε μηδέπω πεπιστευκότες, ἀλλὰ τῷ τῆς ἀπιστίας κατεχόμενοι ζόφῳ, καὶ τὴν κατὰ τοῦ Πεποιηκότος ἀχαριστίαν νενοσηκότες, τῶν τῆς θείας Γραφῆς ἐπαΐειν οὐκ ἀνέχονται λογίων. Διὰ τοῦτο, τὰς ἐκεῖθεν ἀποδείξεις ἐπὶ τοῦ παρόντος καταλιπόντες τοῖς φυσικοῖς αὐτοὺς διελέγξωμεν συλλογισμοῖς. Πυθώμεθα τοίνυν αὐτῶν, τὴν σωφροσύνην, καὶ δικαιοσύνην, καὶ τἄλλα τῆς ἀρετῆς μόρια, πότερον ἀγαθὰ νομίζουσιν εἶναι, καὶ ἀγαθῶν αἴτια, ἢ τῇ κακίᾳ συγκαταλέγουσιν; Ἀλλὰ τοῦτο οὐδ' αὐτὸς εἰπεῖν ὁ τῆς κακίας πατὴρ ἀνάσχοιτ' ἂν πώποτε. Πῶς γὰρ ὅ τε τοῖς τούτων ἐργάταις ὡς ἐναντίοις ὁσημέραι πολεμῶν, καὶ τὴν μὲν ἀκολασίαν τῇ σωφροσύνῃ, τῇ δὲ δικαιοσύνῃ τὴν ἀδικίαν ἀντιτάττων ἀεί; Ἀνάγκη τοίνυν αὐτοὺς συνομολογεῖν τῷ διδασκάλῳ, καὶ μὴ πειραθῆναι νικᾷν ἐν κακίᾳ τὸν ταύτην γεγεννηκότα. Οὐκ ἔστι γὰρ μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, κατὰ τὴν τοῦ Κυρίου φωνήν. Πάλιν τοίνυν αὐτοὺς προσερωτήσωμεν· Εἰ τοίνυν καλὰ ταῦτα, καὶ καλῶν κάλλιστα, καὶ ἀγαθὰ, καὶ ἀγαθῶν ἄριστα, καὶ οὐδεὶς ἀντείποι ταῦθ' οὕτως ἔχειν μὴ σφόδρα παραπαίων, καὶ τὸ φρονεῖν ἀφῃρημένος, προσήκει δηλονότι τοὺς τούτων ἐραστὰς καλοὺς καὶ ἀγαθοὺς ὀνομάζεσθαι, καὶ καρπὸν ἔχειν, οὐ μόνον τῶν πόνων ἰσόῤῥοπον, ἀλλὰ καὶ πολλαπλάσιον. Πῶς γὰρ οὐκ ἄτοπον, τὸν μὲν γηπόνον σπέρματα καταβάλλοντα πολλαπλάσια δρέπεσθαι τῶν πόνων τὰ ἐπίχειρα, καὶ τὸν φυτουργὸν ὡσαύτως δένδρα φυτεύοντα, παραψυχὴν ἔχειν τῶν καρπῶν τὰς ὠδῖνας· τοὺς δὲ τῇ ἀρετῇ κομῶντας, καὶ ἀλσοκόμους τοῦ θείου τούτου παραδείσου γιγνομένους, καὶ πολὺν μὲν ἱδρῶτα, πολὺν δὲ πόνον εἰς τὴν τῶν φυτῶν τούτων εἰσφέροντας ἐπιμέλειαν, μόνους ἄκαρπον ἔχειν τὸν πόνον, καὶ ἀγέραστον τὸν ἱδρῶτα; Καὶ τοὺς μὲν σωμασκοῦντας καὶ φωνασκοῦντας, καὶ στεφάνων ἀπολαύειν, καὶ βραβεῖα λαμβάνειν, καὶ τοῖς παρὰ τῶν θεατῶν ταινιοῦσθαι κρότοις· τὴν δὲ ἀρετὴν ἀθλητικῆς καὶ πυκτικῆς ἀτιμοτέραν φανῆναι· καὶ μήτε θεατὰς ἔχειν, μήτε ἀγωνοθέτην, μήτε γέρας, μήτε βραβεῖον, μήτε στέφανον, τὸν μέγιστον τοῦτον ἀγῶνα; Καὶ τραγῳδίας μὲν καὶ κωμῳδίας ὑποκριταὶ, ἔχουσιν εἰς ὃ βλέποντες τὴν τέχνην μετίασι, καὶ τῇ τῶν στεφάνων ἐλπίδι τῶν πόνων ἀνέχονται· καὶ ἁρμάτων δὲ ἡνίοχοι κινδύνων κατατολμῶσι τὴν νίκην προσμένοντες, καὶ τὴν παρὰ τῶν θεατῶν ἀναμένοντες εὐφημίαν· προσδέχονται δὲ καὶ τὸν παρὰ τῶν ἱππο-