Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.728
Not analysed yet
μένῳ. Ταῦτα τοίνυν ὁρῶντες, σκοπώμεθα παρ' ἡμῖν αὐτοῖς, τί δήποτε τῶν τὰ θεῖα περὶ πολλοῦ ποιουμένων, τινὲς μὲν εἰσὶ λίαν ἐπίσημοι, τινὲς δὲ παντελῶς ἄσημοι· εἶτα λογιζώμεθα, ὡς δίκαιος ὢν ὁ τῶν ὅλων Ποιητὴς καὶ Κριτὴς, τοῖς οἰκείοις ἀγωνισταῖς ἀγωνοθετήσει δικαίως, καὶ οὐκ ἀνέξεται παραφθεῖραι τὸ δίκαιον ἡ τοῦ δικαίου τρυτάνη. Ἔπειτα καὶ τούτους κἀκείνους τετελευτηκότας ὁρῶντες, καὶ τοὺς μὲν μετὰ πολλῆς τῆς εὐκλείας, τοὺς δὲ λίαν εὐτελῶς, ὡς τῶν τυχόντων τινὰς, λογιζώμεθα πάλιν, ὡς ἕτερόν τινα βίον ηὐτρέπισεν, ἐν ᾧ πρὸς ἀξίαν τοὺς εὖ βεβιωκότας ἀμείβεται. Δι' ὧν μὲν γὰρ ἐνίους περιφανείᾳ τετίμηκε, τοὺς τῆς ἀρετῆς παρεδήλωσε στεφάνους· τῷ δὲ μὴ πάντας κατὰ τὸν παρόντα βίον λαμπροὺς ἀποφῆναι καὶ περιβλέπτους, τὸν προσδοκώμενον βίον παραγυμνοῖ. Καὶ γίνεται ἡ μὲν περὶ ἐνίους τιμὴ, τῆς τοῦ Θεοῦ δικαιοσύνης σημεῖον· τὸ δὲ μὴ πάντας τοὺς τούτων ἐργάτας τῶν ἴσων μεταλαγχάνειν, τὸν μέλλοντα βίον τεκμηριοῖ, καὶ βεβαιοῖ τὴν τῶν προσδοκωμένων ἐλπίδα. Τούτου χάριν οὐ πάντας ἀνακηρύττει κατὰ τὸν παρόντα βίον, τοὺς εὖ καὶ καλῶς βεβιωκότας τῶν ὅλων ὁ Πρύτανις, οὐδὲ πάντας ὡσαύτως κολάζει τοὺς κακίᾳ συνεζηκότας· ἀλλὰ τοὺς μὲν παραδίδωσι τιμωρίᾳ, καὶ τῆς ψήφου τὸ δίκαιον παραδεικνὺς, καὶ διὰ τούτων τοὺς λοιποὺς δεδιττόμενος, καὶ εἰς μεταμέλειαν προκαλούμενος· μὴ πάντας δὲ ἀφανίζων τοὺς τῆς πονηρίας ἐργάτας, πάλιν ἡμῖν τὸν μέλλοντα προσημαίνει βίον. Εἰ δὲ μηδεὶς ἕτερός ἐστι βίος μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν, ἠδίκηνται μὲν ἄντικρυς οἱ κολασθέντες ἐνθάδε, τῶν ἄλλων διαπεφευγότων τὴν δίκην· ἠδίκηνται δὲ προφανῶς λίαν οἱ φιλοσοφίαν μὲν ἀσπαζόμενοι, θεραπείας δὲ διὰ ταύτην ἢ τιμῆς οὐδεμιᾶς ἀπολαύοντες, τῶν ἄλλων ὅμοια μὲν ἐν βίῳ κατωρθωκότων, ἐν εὐκλείᾳ δὲ πολλῇ τὸν βίον διεξελθόντων. Ἀλλ' ἄδικον ὀνομάζειν τὴν τῆς δικαιοσύνης πηγὴν, πάσης ἐστὶ βλασφημίας ἐπέκεινα, καὶ οὐδεμίαν μανίας ὑπερβολὴν καταλείπει. Εἰ δὲ δίκαιος, ὥσπερ οὖν καὶ δίκαιος, ὁ τῶν ὅλων Ἔφορος, καὶ ὁρᾷ τὰ γινόμενα, καὶ κρίνει δικαίως, καὶ ἴσως κατέχει τὰ τῆς δίκης ζυγὰ, κἂν κλῖναι θελήσῃ, φιλανθρωπίας ψῆφον, ἀλλ' οὐκ ἀδικίας προστίθησιν· ἔστιν ἕτερος βίος, ἐν ᾧ καὶ οἱ διαφυγόντες τὴν τιμωρίαν ἐνθάδε, τὰς ἀξίας τίσουσι δίκας, καὶ οἱ τιμῆς οὐδεμιᾶς κατὰ τὸν παρόντα βίον ὑπὲρ τῶν τῆς ἀρετῆς ἀπολαύσαντες πόνων, κομιοῦνται τῶν ἱδρώτων τὰς ἀντιδόσεις. Ἀλλὰ τυχὸν καὶ ὑμεῖς ἂν συνομολογήσητε. Καὶ γὰρ Ἑλλήνων παῖδες, οὐ προφήτην, οὐκ ἀπόστολον, οὐκ εὐαγγελιστὴν δεξάμενοι κήρυκα, ὑπὸ τῆς φύσεως μόνης ποδηγηθέντες, ταῦτα οὕτως ἔχειν ὑπέλαβον, εἰ καὶ πολὺν ὑπέμειναν πλάνον, τὸ μυθῶδες ταῖς ἀληθέσιν ἐγκαταλέξαντες δόξαις· ἐπεὶ καὶ ποιηταὶ, καὶ φιλόσοφοι, καὶ πονηρῶν ἀνθρώπων κολάσεις, καὶ δικαίων ἀνδρῶν θεραπείας μετὰ