Ancient Greek · ~10 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.725
Not analysed yet
τρόφων μισθόν. Καὶ ὁ κυβερνήτης τοὺς λιμένας περισκοπῶν, τῶν κυμάτων κατατολμᾷ, καὶ τῇ τοῦ κέρδους ἐπιθυμίᾳ ψυχαγωγούμενος, φέρει τῶν καταιγίδων τὰς προσβολάς. Καὶ ὁ σκυτοτόμος δὲ, καὶ ὁ χαλκοτύπος, καὶ ἅπας τέχνην τινὰ μεταχειριζόμενος, τὸ τέλος τῶν πόνων προσδέχεται, καὶ τὴν τῆς ὠφελείας ἐλπίδα τῇ περὶ τὴν τέχνην ταλαιπωρίᾳ παραζευγνὺς, ἡδονὴν ἔχει τοῖς ἱδρῶσι συγκεκραμένην. Μόνην δὲ, ὡς ἔοικε, τὴν τῆς ἀρετῆς, εἴτε τέχνην τις ὀνομάζειν ἐθέλοι, εἴτε ἐπιστήμην ἐπὶ ἀγῶνας καὶ ἄθλους, εἴτε γεωργίαν καὶ φυτουργίαν, οὐκ ἔχειν τέλος χρηστὸν ἐν καιρῷ τῶν πόνων ψυχαγωγῆσαι δυνάμενον; Ἀλλὰ μάτην μὲν σωφρονοῦσιν οἱ σώφρονες, καὶ τοῖς πολλοῖς καὶ ποικίλοις ἀνταγωνίζονται πάθεσι, τὴν τούτων πυρὰν κατασβέσαι φιλονεικοῦντες; Μάτην δὲ οἱ τῆς δικαιοσύνης ἐργάται τῇ ἀδικίᾳ πυκτεύουσι, τῶν τε ἀλλοτρίων ἀπεχόμενοι, καὶ τὰ οἰκεῖα προϊέμενοι; Ἄχρηστος δὲ καὶ τῆς ἀνδρείας ἡ κτῆσις τοῖς μετιοῦσιν· γενναίως γὰρ φέροντες τὰ προσπίπτοντα λυπηρὰ, τὸν ἀγωνοθέτην οὐκ ἔχουσιν; Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Ἀξιάγαστον γὰρ καὶ ἀξιόκτητον τῆς ἀρετῆς τὸ κτῆμα. Καὶ τοῦτο καὶ ὑμεῖς ἂν φαίητε, ὑπὸ τῆς τοῦ συνειδότος ἀνάγκης ὠθούμενοι. Ἐμπέφυκε γὰρ αὕτη τοῖς ἀνθρώποις ἡ γνῶσις, καὶ οὐ δεῖται τῶν ταύτης λαχόντων τὴν κτῆσιν οὐδεὶς, λόγων ἐπεισάκτων, ἢ θεόθεν φερομένων, ἢ παρὰ ἀνθρώπων προσφερομένων· ἀπόχρη γὰρ ὁ ἔμφυτος λόγος εἰς τὴν τούτων διδασκαλίαν. Μαρτυροῦσι δὲ οἱ τῆς κακίας ἐργάται, καὶ κρύβδην αὐτὴν μετιόντες, καὶ ἐὰν φωραθῶσιν, ἀπολογίας σφίσιν αὐτοῖς μηχανώμενοι. Καὶ γὰρ τοιχωρύχοι, καὶ τυμβωρύχοι, καὶ λωποδύται, καὶ μοιχοὶ, καὶ ἀνδροφόνοι, καὶ οἱ τὰ τούτων συγγενῆ μετιέναι τολμῶντες, σκότῳ συνεργῷ κεχρημένοι, ταῦτα ποιεῖν ἐπιχειροῦσιν. Εἰ δὲ καὶ μεθ' ἡμέραν τις πειραθείη τούτων τι δράσαι, σύμμαχον λαμβάνει τῶν ἀνθρώπων τὴν ἐρημίαν. Οὐκοῦν, δι' ὧν λανθάνειν πειρῶνται, δηλοῦσιν ἣν ἔχουσι περὶ τῶν γινομένων διάκρισιν. Οὐ γὰρ ἂν ἔλαθον, εἰ καλὰ ποιεῖν ὑπέλαβον· λανθάνειν δὲ πειρώμενοι, καὶ τὸ φωραθῆναι δειμαίνοντες, ὁμολογοῦσιν ὡς πονηρὰ τὰ γινόμενα. Οὐκοῦν ἴστε καὶ ὑμεῖς, ὦ λίαν ἀχάριστοι, ὡς ἀγαθὴ τῆς ἀρετῆς ἡ κτῆσις, καὶ ὡς μάλα πολλοὺς ἔχει πόνους συνεζευγμένους. Προσήκει τοίνυν τὴν παρὰ πάντων ἐπαινουμένην, καὶ τῶν οἰκείων, καὶ τῶν ἀντιπάλων, καὶ μετὰ πολλῶν πόνων καρπουμένην, ἀξίας ἔχειν τὰς ἀντιδόσεις. Ἀλλ' ὁρῶμεν κατὰ τὸν παρόντα βίον, πολλοὺς μὲν ταύτην αἱρουμένους, καὶ πολλῶν ὑπὲρ αὐτῆς πόνων ἀνεχομένους, οὐ πάντας δὲ ἐπαίνου τινὸς καὶ τιμῆς δι' αὐτὴν ἀπολαύοντας· ἀλλὰ τοὺς μὲν ὡς ταύτης ἐραστὰς ἐν τοῖς ἁπάντων στόμασι περιφερομένους, καὶ πολυθρυλλήτους γινομένους, καὶ μετὰ τελευτὴν ἀείμνηστον ἐσχηκότας τὸ κλέος· τοὺς δὲ, παντάπασιν ἀγνοουμένους καὶ κρυπτομένους, καὶ μαργαρίτῃ προσεοικότας ἔτι τῷ βυθῷ καλυπτομένῳ, καὶ τῷ ὀστρείῳ καθειργ-