Ancient Greek · ~12 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.733.1
Not analysed yet
λιν τῆς σκευῆς· τὴν δὲ ψυχὴν μετὰ τοῦ σώματος ἀγωνισαμένην, καὶ τῶν ἀοράτων πολεμίων περιγενομένην, καὶ ζωγράφου τυχοῦσαν τοῦ τῶν ὅλων Δημιουργοῦ, γυμνὴν στῆναι, τῆς πανοπλίας ἐστερημένην; Οὐ μόνον δὲ στρατηγὸν ἔστιν ἰδεῖν οὕτω τιμώμενον, ἀλλὰ καὶ ἀθλητὴν, καὶ πύκτην, καὶ δρομέα, καὶ τραγῳδίας ὑποκριτὴν, καὶ ἁρμάτων ἡνίοχον. Τούτων γὰρ ἕκαστος μεθ' οὗ ἐνίκησε σχήματος, τὴν στάσιν ἐν ταῖς εἰκόσι λαγχάνουσι. Καὶ ὁ μὲν, ἕστηκε μετὰ τῶν ἀκριβάντων, καὶ τῆς στρατηγικῆς στολῆς, Οἰνομάου τινὸς, ἢ Κρέοντος προσωπεῖον ἔχων, μονονουχὶ λέγων πρὸς ἅπαντας, ὅτι μετὰ τούτων ὑπεκρινάμην, καὶ μετὰ τούτων νενίκηκα. Ὁ δὲ γυμνὸς τρέχει, διδάσκων τοῦ ἀγῶνος τὸ εἶδος· ὁ δὲ παλαίειν δοκεῖ, ἢ καὶ κατέχει τὸν στέφανον, καὶ διδάσκει τοὺς ἀγνοοῦντας, ποῖον ἀγῶνα ἠγώνισται· ὁ δὲ πυκτεύει, καὶ τὸν ἀντίπαλον παίει· ὁ δὲ δηλοῖ διὰ τοῦ σχήματος καὶ τῆς μάστιγος, ὁποίαν μετιὼν τέχνην τῆς νίκης ἔτυχε. Μὴ τοίνυν τούτων ἁπάντων ἀτιμοτέραν ἀποφήνῃς τὴν φύσιν, δι' ἧς τούτων ἕκαστον κατορθοῦται· μηδὲ τῶν ἀνθρώπων ἀδικώτερον τὸν Θεὸν ὑπολάβῃς, δικαιοσύνης ὄντα πηγήν· μηδὲ τοῖς ἀνθρώποις αὐτὸν παραπλησίως τοὺς οἰκείους νικητὰς ὑποπτεύσῃς γεραίρειν. Εἰ γὰρ ἄνθρωποι πολλάκις, οὐδὲ τὸ δίκαιον περὶ πολλοῦ ποιούμενοι, ἀλλὰ καὶ τούτου λίαν ὀλιγωροῦντες, τοὺς ἐν τοῖς εὐτελέσι τούτοις καὶ ἀκερδέσιν ἀγῶσιν οὕτω τιμᾷν εἰώθασι, πολλῷ μᾶλλον τοὺς λαμπροὺς καὶ μεγάλους τῆς ἀρετῆς ἀγωνιστὰς, ὁ ταύτης καὶ νομοθέτης, καὶ ἀγωνοθέτης τιμήσει, καὶ στεφανώσει, καὶ τὸ δίκαιον νικήσει τῷ μεγέθει τῶν δωρεῶν. Ἀλλ' οἶδα πόθεν εἰς ταυτηνὶ τὴν βλασφημίαν ἐξώκειλας· ἀπὸ γὰρ τῆς σῆς ἀσθενείας τὰ θεῖα τεκμαίρῃ, καὶ τὴν σὴν ἀσθένειαν ὅρον ποιεῖς τῆς θείας δυνάμεως, καὶ τὰ σοὶ λίαν ἀδύνατα παραπλησίως εἶναι Θεῷ νομίζεις ἀδύνατα. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Οὔτε γὰρ ταὐτὸν ὁ πηλὸς τῷ κεραμεῖ δύναται, καὶ μὴν ἄμφω μιᾶς ὑπάρχουσι φύσεως· ἀπὸ γὰρ γῆς καὶ οὗτος κἀκεῖνος. Καὶ μάρτυς ὁ τῷ Ἰὼβ προσδιαλεγόμενος ἄνθρωπος· «Ἐκ τοῦ αὐτοῦ διήρτισαι, λέγων, πηλοῦ σὺ ὡς καὶ ἐγώ.» Ἀλλ' ὅμως καὶ μιᾶς φύσεως οὔσης τοῦ τε πηλοῦ καὶ τοῦ κεραμέως, οὐ τὴν ἴσην δύναμιν ἐν ἀμφοῖν ἔστιν εὑρεῖν. Ὁ μὲν γὰρ κινεῖ ὁ δὲ κινεῖται, καὶ ὁ μὲν πλάττει ὁ δὲ πλάττεται, καὶ ὁ μὲν κεράννυσιν ὁ δὲ κεράννυται, καὶ ὁ μὲν εἰδοποιεῖ ὁ δὲ εἰδοποιεῖται καὶ ὡς ἂν ὁ κεραμεὺς ἐθέλοι, μετασχηματίζεται. Εἰ δὲ ἔνθα μία ἡ φύσις, οὐκ ἴση ἡ δύναμις, πολλῷ μᾶλλον ἔνθα διάφορος ἡ φύσις, διάφορος καὶ ἡ δύναμις· ἀλλὰ γὰρ οὐδὲ συγκρῖναι δυνατὸν τὰ ἀσύγκριτα. Πῶς γὰρ ἂν παραβληθείη τὸ ἐκ μὴ ὄντων τῷ ἀεὶ ὄντι; τὸ ἐν χρόνῳ τῷ πρὸ αἰώνων; τὸ ἐκ πηλοῦ τῷ οὐρανοῦ καὶ γῆς Ποιητῇ; Μὴ τοίνυν τὰ σοὶ λίαν ἀδύνατα, νομίσῃς εἶναι ἀδύνατα καὶ Θεῷ· πάντα γὰρ ἐκείνῃ τῇ φύσει δυνατὰ καὶ λίαν εὔπορα. Δύναται τοιγαροῦν, καὶ τὴν ἅπαξ εἰς ἰχῶρα διαῤῥυεῖσαν τοῦ σώματος φύσιν, εἶτα κόνιν γεγενημένην, καὶ πανταχοῦ διασπαρεῖσαν, ἐν ποταμοῖς, ἐν πελάγεσιν, ἐν οἰωνοῖς, ἐν θηρίοις, ἐν πυρὶ, ἐν ὕδατι (πάντα γάρ σου τὰ τῆς ἀπιστίας εἰς μέσον φέρω κυήματα), συναγαγεῖν, σὲ