Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.736
Not analysed yet
θέλων πάλιν, καὶ εἰς τὸ πρότερον καὶ μέγεθος καὶ κάλλος ἐπαναγαγεῖν. Ἠθέλησε γὰρ μόνον, καὶ ἐγένετο οὐρανός· καὶ ἐκυρτώθη τοσοῦτον, ὅσον ἠθέλησεν. Ἠβουλήθη, καὶ ὑπεστορέσθη ἡ γῆ, καὶ κρέμαται μόνον τοῦ Θεοῦ τὸν ὅρον θεμέλιον ἔχουσα. «Εἶπε, καὶ ἐγένετο φῶς.» Ἐκέλευσε, καὶ παρήχθη τῶν ὑδάτων ἡ φύσις· προσέταξε, καὶ τῆς γῆς ἀπεκρίθη· ἔνευσε, καὶ ἐκοσμήθη ἡ γῆ, λειμῶσι, καὶ ἄλσεσι, καὶ ληΐοις παντοδαποῖς· εἶπε, καὶ παρήχθη ζώων εἴδη μυρία, χερσαῖα, ἔνυδρα, καὶ ἀέρια. Ὁ ταῦτα λόγῳ πεποιηκὼς, ῥᾷον κἀκ τούτων πολλῷ τὴν τοῦ σώματος ἀνίστησι φύσιν· ῥᾷον γὰρ πολλῷ τὸ παλαιωθὲν καινουργῆσαι, ἢ τὰ μὴ ὄντα δίχα ὕλης ποιῆσαι. Εἰ δὲ ἀπιστεῖς, ἐρεῖ σοι Παῦλος ὁ μέγας τῆς οἰκουμένης διδάσκαλος· «Ἄφρον, σὺ ὃ σπείρεις, οὐ ζωογονεῖται ἐὰν μὴ ἀποθάνῃ.» Καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου, ἤ τινος τῶν λοιπῶν· ὁ δὲ Θεὸς δίδωσιν αὐτῷ σῶμα, καθὼς ἠθέλησεν. Εἰ δὲ καὶ τὴν τούτου διδασκαλίαν λῆρόν τινα καὶ μῦθον νομίζεις, δέξαι τὴν φύσιν διδάσκουσαν καὶ κηρύττουσαν τὴν ἀνάστασιν. Ὁ γὰρ γηπόνος τέμνει μὲν πρότερον τὰς αὔλακας, καὶ οἷόν τινας τάφους ὀρύττει, εἶτα καταβάλλει τὰ σπέρματα, καὶ ὥσπερ σώματα τάφῳ παραδιδοὺς, καταχώννυσι· καὶ τούτων πλέον οὐδὲν ἐκεῖνος ἰσχύει ποιεῖν· ἀλλὰ κἂν ὕδατος εὐπορῇ, προσφέρειν τοῦτο δύναται μόνον· ὁ δὲ Θεὸς, ἢ οὐρανόθεν ὕει, ἢ τὸ ἐκ πηγῶν καὶ ποταμῶν ὕδωρ τοῖς σπέρμασι χορηγεῖ· εἶτα ἀρδεύων ταῦτα καὶ διαβρέχων, καὶ οἷόν τινι σηπεδόνι τοῖς ἀνθρωπείοις σώμασι παραπλησίως παραδιδοὺς, ἄχρηστα μὲν λοιπὸν τοῖς ἀνθρώποις εἰς ἐδωδὴν ἐργάζεται, χρήσιμα δὲ λίαν τοῖς ἐξ αὐτῶν τικτομένοις σώμασιν. Ὑποδεχόμενα γὰρ τὴν νοτίδα, καὶ εὐρυνόμενα, καὶ οὕτω πως διασηπόμενα, γεννᾷ μὲν τὰς τῶν ῥιζῶν προβολὰς, ἐπιλαμβάνεται δὲ ταῦτα τῆς παρακειμένης γῆς, εἶτα τὴν ἐκ ταύτης νοτίδα, καθάπερ δι' αὐλῶν τινων τῶν ῥιζῶν ἕλκει πρὸς ἑαυτὰ, καὶ τίκτει τὴν ἄνω φυομένην βοτάνην· καὶ κατὰ μέρος δὲ τῷ προειρημένῳ τρέφει λόγῳ, καὶ τήν τε καλάμην εἰς ὕψος παραπέμπει, καὶ τὸν μὲν ἄσταχυν ἐκφέρει, κεκρυμμένον ἔχοντα τὸν καρπὸν, οἷον δέ τινας δορυφόρους τοὺς ἀνθέρικας περικείμενον. Μὴ τοίνυν ἀπιστήσῃς τῇ τῶν σωμάτων ἀναστάσει, διηνεκῶς βλέπων τῆς ἀναστάσεως τὰ μιμήματα, καὶ διηνεκῶς ἀκούων τῶν τῆς ἀναστάσεως κηρυγμάτων. Ἵνα δὲ βεβαίαν δέξῃ τὴν περὶ τῆς ἀναστάσεως πίστιν, ἐλθέ μοι πάλιν ἐπὶ τὴν τῶν φυτῶν ἱστορίαν, καὶ βλέπε τὰ κλήματα τῶν ἀμπέλων, καὶ τῶν ἄλλων δένδρων, ἢ τὰς καλουμένας ἀποσπάδας, ἢ τὰς ἀπὸ τῶν ῥιζῶν χελώνας, τῇ μὲν τομῇ, τὴν οἱονεὶ τελευτὴν δεχόμενα, τῇ δὲ ἐν τῷ βόθρῳ θέσει, καθάπερ τινὶ τάφῳ παραδιδόμενα· εἶτα χων-