Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.745
Not analysed yet
ἀνάγκαις, ἐν διωγμοῖς καὶ στενοχωρίαις ὑπὲρ Χριστοῦ.» Καὶ οὐκ εἶπε, Φέρω, ἢ Καρτερῶ, ἀλλ' «Εὐδοκῶ,» ὅπερ πολλὴν σημαίνει τῆς ἡδονῆς τὴν ἐπίτασιν. Καὶ ἑτέρωθι δέ· «Νῦν χαίρω, φησὶν, ἐν τοῖς παθήμασιν ὑπὲρ Χριστοῦ.» Καὶ αὖθις· «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς.» Καὶ πάλιν· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;» Καὶ μετ' ὀλίγα· «Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.» Ἀλλ' ἐπιλείψει με ἡμέρα, τοῦ μεγάλου παιδοτρίβου τῶν τῆς εὐσεβείας ἀθλητῶν τοὺς τοιούτους λόγους συλλέγοντα. Εἰ τοίνυν οἱ πᾶν εἶδος ἀρετῆς συνειληχότες, καὶ τὴν ἀκροτάτην αὐτῆς κορυφὴν κατειληφότες, οὐ μόνον οὐ δυσχεραίνουσι τῆς τοῦ βίου θαλάττης τὴν ζάλην, ἀλλὰ καὶ τοῦ ῥοθίου ζέοντος, καὶ πνευμάτων καὶ καταιγίδων προσρηγνυμένων, καὶ στροβίλων διακυκώντων τὸ πέλαγος, ὡς ἐξ οὐρίων φερόμενοι διετέλεσαν εὐφραινόμενοι, καὶ ἔργον ἦν αὐτοῖς, οὐ πολυπραγμονεῖν τὰ γινόμενα, ἀλλὰ τὸν κυβερνήτην ὑμνεῖν. Τί δήποτε ὑμεῖς ἔξω τῶν κυμάτων ὄντες, καὶ ἠπειρῶται μᾶλλον, ἢ θαλάττιοι, σκώπτετε τὰ γινόμενα, καὶ τοὺς μὲν ἀγωνιστὰς ἐπαινεῖτε, τοῦ δὲ ἀγωνοθέτου κατηγορεῖτε; Καὶ μὴν προσήκει τοὺς τὴν τῶν ἀθλητῶν θαυμάζοντας ἀρετὴν, στέργειν ἐκείνων τὴν ψῆφον· ἐκεῖνοι δὲ ὡς εὐεργεσίαν μεγίστην ἐδέχοντο τὴν ὑπὲρ τοῦ κηρύγματος δυσκληρίαν, τὰς σφαγὰς, τὰς καταλεύσεις, τοὺς ἐμπρησμοὺς, τὰς αἰκίας, τὰς λοιδορίας, τὰ δεσμωτήρια, τοὺς κινδύνους, τοὺς ἐν γῇ, τοὺς ἐν θαλάσσῃ, τοὺς ἐν πόλεσι, τοὺς ἐν ἀγροῖς, τοὺς ἐκ τῶν οἰκείων, τοὺς ἐκ τῶν ἀλλοτρίων. Ἐπειδὴ δὲ εἰς τούτους ἐξέβημεν τοὺς λόγους, φέρε καὶ περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως μικρὰ διεξέλθωμεν, ὃ κεφάλαιόν ἐστι μέγιστον τῆς τοῦ Θεοῦ περὶ τοὺς ἀνθρώπους κηδεμονίας. Οὐδὲ γὰρ οὕτως αὐτοῦ δείκνυσι τὴν ἀμέτρητον ἀγαθότητα οὐρανὸς, καὶ γῆ, καὶ θάλαττα, καὶ ἀὴρ, καὶ ἥλιος, καὶ σελήνη, καὶ ἀστέρες, καὶ πᾶσα ἡ ὁρωμένη καὶ ἀόρατος κτίσις, λόγῳ μόνῳ δημιουργηθεῖσα, μᾶλλον δὲ ἅμα τῷ βουληθῆναι τῷ λόγῳ φανεῖσα, ὡς τὸ αὐτὸν τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν, (τὸν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα, τὸ ἀπαύγασμα τῆς δόξης, τὸν χαρακτῆρα τῆς ὑποστάσεως, τὸν ἐν ἀρχῇ ὄντα, καὶ πρὸς τὸν Θεὸν ὄντα, καὶ Θεὸν ὄντα, δι' οὗ τὰ πάντα ἐγέ-