Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.748
Not analysed yet
νετο), τὴν τοῦ δούλου λαβόντα μορφὴν, ἐν ὁμοιώματι ἀνθρώπου γενέσθαι, καὶ σχήματι ἀνθρώπου εὑρεθῆναι ὡς ἄνθρωπον, καὶ ἐπὶ τῆς γῆς ὀφθῆναι, καὶ τοῖς ἀνθρώποις συναναστραφῆναι, καὶ τὰς ἀσθενείας ἡμῶν λαβεῖν, καὶ τὰς νόσους βαστάσαι. Καὶ ὁ μακάριος δὲ Παῦλος τοῦτο τεκμήριον οἶδε μέγιστον τῆς τοῦ Θεοῦ περὶ τοὺς ἀνθρώπους ἀγάπης, καὶ βοᾷ λέγων· «Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεὸς, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε.» Καὶ πάλιν· «Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται;» Συνομολογεῖ δὲ ταῦθ' οὕτως ἔχειν καὶ ὁ θεσπέσιος Ἰωάννης· «Οὕτω γὰρ, φησὶν, ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὅτι τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδωκεν ὑπὲρ αὐτοῦ, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν, οὐ μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.» Ὃς τοίνυν οὐχ ἁπλῶς κήδεται τῶν ἀνθρώπων, ἀλλὰ καὶ ἀγαπῶν κήδεται. Τοσαύτη δὲ ἡ τῆς ἀγάπης ὑπερβολὴ, ὡς τὸν Υἱὸν τὸν μονογενῆ, τὸν ὁμοούσιον, τὸν ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεννηθέντα, ᾧ συνεργῷ κεχρημένος τὴν κτίσιν ἐδημιούργησεν, ἰατρὸν ἡμῖν ἀποφῆναι καὶ Σωτῆρα, καὶ δι' αὐτοῦ τῆς υἱοθεσίας ἡμῖν τὸ δῶρον χαρίσασθαι. Ἐπειδὴ γὰρ εἶδε τὴν ἡμετέραν φύσιν ὁ Ποιητὴς πρὸς τὸν πικρὸν αὐτομολήσασαν τύραννον, καὶ εἰς αὐτὸ τῆς κακίας καταπεσοῦσαν τὸ βάραθρον, καὶ τοὺς τῆς φύσεως νόμους ἀδεῶς πατουμένην, καὶ τὴν κτίσιν φαινομένην τε καὶ φθεγγομένην, καὶ τὸν Δημιουργὸν κηρύττουσαν, πεῖσαι δὲ οὐ δυναμένην τοὺς εἰς ἀναλγησίαν ἐσχάτην ἐκπεπτωκότας, σοφῶς καὶ δικαίως τὴν ἡμετέραν πραγματεύεται σωτηρίαν. Οὐ γὰρ ἠθέλησεν ἐξουσίᾳ μόνῃ τὴν ἐλευθερίαν ἡμῖν χαρίσασθαι, οὐδὲ ἔλεον μόνον ὁπλίσαι κατὰ τοῦ ἐξανδραποδίσαντος τῶν ἀνθρώπων τὴν φύσιν, ἵνα μὴ ἄδικον ἐκεῖνος προσαγορεύῃ τὸν ἔλεον, ἀλλὰ μηχανᾶται πόρον καὶ φιλανθρωπίας γέμοντα, καὶ δικαιοσύνῃ κεκοσμημένον. Αὐτὴν γὰρ ἑαυτῷ τὴν ἡττηθεῖσαν φύσιν ἑνώσας, εἰς τοὺς ἀγῶνας εἰσάγει, καὶ παρασκευάζει τὴν ἧτταν ἀνακαλέσαι, καὶ τὸν κακῶς πάλαι νενικηκότα καταγωνίσασθαι, καὶ τοῦ πικρῶς δουλωσαμένου καταλῦσαι τὴν τυραννίδα, καὶ τὴν προτέραν ἐλευθερίαν ἀναλαβεῖν. Τούτου χάριν ὁ Δεσπότης Χριστὸς, τίκτεται μὲν ἐκ γυναικὸς ὁμοίως ἡμῖν, εἶχε δέ τι πλέον ὁ τόκος, τὴν παρθενίαν. Παρθένος γὰρ ἦν ἡ κυήσασά τε καὶ ὠδίνασα τὸν Δεσπότην Χριστόν. Χριστὸν δὲ ὅταν ἀκούσῃς, νόει τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα μονογενῆ Υἱὸν Λόγον, ἀνθρωπείαν περικείμενον φύσιν, καὶ μὴ νομίσῃς εὐτέλειαν τοῦ Θεοῦ τὴν κηρυττομένην οἰκονομίαν· οὐδὲν γὰρ μολύνειν δύναται τὴν ἀκήρατον φύσιν. Εἰ γὰρ τὸν ἥλιον, σῶμα ὄντα, ὁρατός