Ancient Greek · ~10 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.765
Not analysed yet
χωρεῖ μὲν ἁρπαγῆναι παρὰ τῶν Βαρβάρων τὴν τοῦδε ὁμόζυγα, ἁρπαχθείσης δὲ ὑπερήσπισε, καὶ τοὺς ἁρπάσαντας ἐμαστίγωσε, καὶ τοὺς θηρευτὰς τῆς γυναικὸς γενομένους μεταλαμβάνειν τῆς θήρας οὐκ εἴασεν, ἀλλ' ἐντὸς τῶν δικτύων ἔχοντες ὧν ἤγρευσαν οὐκ ἀπήλασαν· αὐτοὶ δὲ ἄρκυσιν ἀοράτοις ἠγρεύοντο, καὶ ἐμάνθανον διὰ τῆς πείρας τὴν τοῦ ξένου φιλοθεΐαν· καὶ μετεπέμποντο τὸν ξένον, τὸν ἐπήλυδα, τὸν ὀθνεῖον, οἱ τῶν ἐθνῶν ἐκείνων βασιλεύοντες, καὶ ἱκέται τοῦ ξένου ἐγένοντο. Ὁ δὲ πρόφασιν λαμβάνων, προσέφερε τοῖς ἀγνοοῦσι τὰ τῆς εὐσεβείας παιδεύματα, καὶ ἡ ἀδικία τῆς εὐσεβείας τὴν ὁδὸν ἀνεῴγνυ, καὶ ἡ παράνομος πλεονεξία πρόξενος θεογνωσίας ἐγίγνετο. Οὕτω τὰ κατὰ τὸν Ἰσαὰκ καὶ Ἰακὼβ ᾠκονόμησεν. Ὁ μὲν γὰρ, τὸν Ἀβιμελὲχ εὐηργέτησεν, ὁ δὲ τῷ Λάβαν τὸν ὄντα Θεὸν ὑπέδειξε, καὶ τῶν οὐκ ὄντων μὲν, δοκούντων δὲ, τὴν ἀσθένειαν ἤλεγξεν. Οὕτω τὰ κατὰ τὸν Ἰωσὴφ ᾠκονόμησε. Καὶ δοῦλον γενέσθαι πρότερον συγχωρήσας, διὰ δουλείας καὶ συκοφαντίας καὶ δεσμῶν τῆς Αἰγύπτου αὐτῷ τὰς ἡνίας ἐνεχείρισε. Καὶ πρῶτον μὲν ἕνα Θεὸν τῷ οἰνοχόῳ κηρύττει· εἶτα τῷ βασιλεῖ τὴν αὐτὴν ταύτην διδασκαλίαν προσφέρει. Ἐκεῖθεν τοὺς οἴακας δεξάμενος, ἅπαν σοφῶς ἰθύνει τὸ σκάφος. Οὕτω τὸν Ἰσραὴλ αὐξηθέντα, τῆς Αἰγυπτιακῆς ἀπαλλάξαι δουλείας ἐθελήσας, μετὰ πολλῶν καὶ μεγάλων ἀπαλλάττει θαυμάτων, τὸ ἐπίσημον αὐτῶν ἐντεῦθεν μηχανώμενος. Τῶν γὰρ ἐθνῶν ἁπάντων τοῦτο τὸ ἔθνος θεογνωσίας ἐχειροτόνει διδάσκαλον. Καὶ καθάπερ εἰς τοῦδε τοῦ ἔθνους ἐπιμέλειαν, νῦν μὲν ἐξελέξατο τὸν Μωϋσῆν, νῦν δὲ τὸν Ἰησοῦν, καὶ πάλιν τὸν Σαμουὴλ, ἄλλοτε δὲ ἄλλον τῶν προφητῶν, καὶ δι' ἑνὸς ἀνθρώπου φιλοσοφίαν ἀσκοῦντος, ἅπαντας εὐηργέτει τοὺς ὁμοφύλους· οὕτω δι' ἑνὸς ἔθνους τοῦ Ἰσραὴλ, πάντα τὰ ἔθνη τὰ τὴν αὐτὴν ἔχοντα φύσιν, εἰς τὴν τῆς εὐσεβείας κοινωνίαν ἐκάλει. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, μαρτυρεῖ μὲν Ῥαὰβ ἡ πόρνη, ἀλλόφυλος μὲν οὖσα καὶ πόρνη, ἀρκεσθεῖσα δὲ μόνῃ τῇ φήμῃ, καὶ διὰ ταύτης τὴν εὐσέβειαν δεξαμένη, καὶ τοὺς μὲν οἰκείους προεμένη, τοῖς δὲ ἀλλοτρίοις ἑαυτὴν ἐγχειρίσασα. «Ἠκούσαμεν γὰρ, φησὶν, οἷα ἐποίησε Κύριος ὁ Θεὸς ὑμῶν τοῖς Αἰγυπτίοις, καὶ ἔπεσεν ὁ φόβος ὑμῶν ἐφ' ἡμᾶς.» Διὰ τοῦτο συνθήκας πρὸς τοὺς κατασκόπους ποιεῖται, καὶ ὅρκῳ ταύτας βεβαιοῖ. Μαρτυροῦσι δὲ καὶ Ἀλλόφυλοι, δείσαντες τῆς κιβωτοῦ τὴν παρουσίαν, καὶ πρὸς ἀλλήλους εἰρηκότες· «Οὗτος ὁ Θεὸς, ὁ πατάξας τὴν Αἴγυπτον· οὐαὶ ἡμῖν, ἀλλόφυλοι.» Τούτου χάριν ὁ Θεὸς παραδίδωσι μὲν τοῖς Ἀλλοφύλοις τὴν κιβωτὸν, τὴν τοῦ λαοῦ παρανομίαν ἐλέγχων· οὐ γὰρ ἔδει τὸν νόμον ποιήσασθαι πρόμαχον τοὺς προφανῶς παραβεβηκότας τὸν νόμον· παραδοθείσης δὲ φυλάττει τὸ σέβας, διδάσκων τοὺς Ἀλλοφύλους, ὡς οὐ Θεὸν ἐνίκησαν, ἀλλὰ ἀνθρώπων παρανομίαν. Διὰ τοῦτο τὸν Δαγὼν,