Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.764
Not analysed yet
ἀντὶ θεοειδοῦς θηριώδης ἐγένετο. Ἀλλ' οὐ περιεῖδεν αὐτὴν ὁ Δημιουργὸς τὰς τῶν θηρίων περικειμένην μορφὰς, ἀλλ' ἐνεούργησεν αὐτὴν, καὶ εἰς τὴν προτέραν εὐπρέπειαν ἐπανήγαγε, καὶ τὴν παλαιὰν ἀποδέδωκεν εὐμορφίαν, καὶ υἱοὺς τοὺς οὐδὲ δουλεύειν ἀξίους ἀπέφηνεν. Ἀλλὰ γὰρ εἰσί τινες μηδὲν ἐργαζόμενοι, κατὰ τὸν μακάριον Παῦλον, ἀλλὰ περιεργαζόμενοι, καὶ πολυπραγμονοῦντες ἃ μὴ θέμις, καὶ τῆς θείας σοφίας τὴν ἄβυσσον τοῖς οἰκείοις λογισμοῖς μετρῆσαι φιλονεικοῦντες, καὶ φάσκοντες· Τίνος χάριν ταῦτα οὐκ ἐξ ἀρχῆς ᾠκονόμησεν ὁ Θεὸς, ἀλλὰ μετὰ πολλὰς ἐτῶν χιλιάδας; Ὅτι μὲν τὸ τὰ τοιαῦτα πολυπραγμονεῖν, λίαν ἐστὶ θρασὺ καὶ τολμηρὸν, καὶ μανίας ἁπάσης ἐπέκεινα, αὐτοὶ φαῖεν ἂν οἱ τὰ τοιαῦτα διερευνώμενοι. Ἵνα δὲ δείξωμεν, οὐκ ἐκ μεταμελείας ταῦτα τὸν Θεὸν οἰκονομήσαντα, ἀλλ' ἄνωθεν καὶ ἐξ ἀρχῆς οὕτω ταῦτα διαταξάμενον, φέρε, τὴν θείαν Γραφὴν εἰς μέσον παραγάγωμεν, καὶ ἀκούσωμεν πρῶτον αὐτοῦ τοῦ Δεσπότου Χριστοῦ, ἐν τοῖς Εὐαγγελίοις λέγοντος· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου.» Εἰ δὲ πρὸ καταβολῆς κόσμου τοῖς ἀποστόλοις, καὶ τοῖς δι' ἐκείνων πεπιστευκόσι, τὴν βασιλείαν ηὐτρέπισεν, εὔδηλον ὡς ἄνωθεν μὲν ταῦτα βούλεται ὁ Θεὸς, καὶ οὐ νῦν μὲν ἄλλα, νῦν δὲ ἕτερα· οἰκονομεῖ δὲ ἐν ἑκάστῳ καιρῷ τὰ πρόσφορα, καὶ τῇ δυνάμει τῶν ἀνθρώπων τὰς διδασκαλίας μετρεῖ. Τούτου χάριν τῷ Ἀδὰμ, οἷον ἀρτιγενεῖ βρέφει, τὴν περὶ τοῦ ξύλου δίδωσιν ἐντολήν. Περιττὸς γὰρ ἦν ἐκείνῳ πᾶς νόμος περὶ μοιχείας, καὶ φόνου, καὶ ψευδομαρτυρίας, καὶ ἀδικίας διηγορευμένος. Τίνα γὰρ ἂν ἐμοίχευσε, μιᾶς οὔσης τηνικάδε γυναικός; Τίνα δὲ ἂν ἐφόνευσεν, οὐκ ὄντος τοῦ παροξύνοντος; Κατὰ τίνος δ' ἂν ψευδομαρτυρίαν ὕφηνεν, ἢ ἀδικίαν ἐτεκτήνατο; Διὰ τοῦτο μόνον λαμβάνει τὸν περὶ τοῦ φυτοῦ νόμον, νηπιώδη τινὰ, καὶ βρέφεσιν ἀρτιτόκοις ἁρμόττοντα. Πάλιν δὲ τῆς φύσεως αὐξηθείσης, μετὰ πολλῶν ἐτῶν ἀριθμὸν, τῷ Νῶε περὶ βρωμάτων νομοθετεῖ, καὶ παρακελεύεται πάντων ἀφθόνως μεταλαμβάνειν κρεῶν, τῶν καθαρῶν δηλαδὴ (καὶ γὰρ τούτων αὐτὸν τὴν διαφορὰν ἐξεπαίδευσε), μόνου δὲ ἀπαγορεύει τοῦ αἵματος τὴν μετάληψιν. Ἐκεῖθεν μετὰ χρόνου πολλοῦ περίοδον, καλεῖ μὲν τὸν Ἀβραὰμ, καὶ κελεύει τὴν πατρῴαν καταλιπεῖν οἰκίαν, ἄγει δὲ αὐτὸν εἰς τὴν πάλαι μὲν Χαναναίων, νῦν δὲ Παλαιστινῶν προσαγορευομένην χώραν, καὶ δίδωσιν αὐτῷ τὴν τῆς περιτομῆς ἐντολὴν, ἵν' ἔχῃ τὸ ἐκ τούτου γένος σημεῖον τῆς εὐσεβείας, τῶν περιττῶν τὴν ἀφαίρεσιν. Τοῦ δὲ λιμοῦ τὴν ἀνάγκην ἐπαγαγὼν, πανταχόσε παράγει κήρυκα τῆς εὐσεβείας, καὶ Αἰγυπτίοις καὶ Παλαιστινοῖς ἀποφαίνων τὸν οἰκεῖον θεράποντα. Καὶ συγ-