Ancient Greek · ~4 min
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De sancta trinitate 75.1148
Not analysed yet
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΤΡΙΑΔΟΣ. ΠΡΟΟΙΜΙΟΝ. Ἔδει μὲν πάντας τοὺς τῇ προσηγορίᾳ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λαμπρυνομένους, καὶ πρόβατα εἶναι σεμνυνομένους τοῦ τὴν ψυχὴν τεθεικότος ποιμένος ὑπὲρ ἡμῶν, τῆς τοῦ ποιμένος ἀκούειν φωνῆς, καὶ τὴν ὑπ' ἐκείνου δεικνυμένην νέμεσθαι πόαν, καὶ τοῖς τῆς εὐαγγελικῆς πίστεως ὅροις καὶ νόμοις ἐμμένειν, καὶ τὴν ἁπλῆν τῶν ἀποστόλων στέργειν διδασκαλίαν· ἐπειδὴ δὲ πολλοὶ πληγέντες τύφῳ, καὶ δόξης κενῆς ἐρασθέντες, καὶ ἑαυτοὺς ἀγνοήσαντες, τὰ τῆς πεπλανημένης αὐτῶν ἐννοίας κυήματα, τῆς θεοπνεύστου διδασκαλίας προυτίμησαν, καὶ τῆς εὐθείας εἰς τὴν ἄνω πόλιν ἀγούσης ὁδοῦ παρατραπέντες, εἰς πολυσχεδεῖς καὶ θανατηφόρους ἐχώρησαν ἀτραποὺς, πάντες μὲν ὁμοίως πλανώμενοι, οὐ τὴν αὐτὴν δὲ τῆς πλάνης ὁμοίως μετιόντες ὁδὸν, ἀλλὰ διαφόρως τῇ τῶν λογισμῶν ἀκολουθοῦντες ἀπάτῃ, ἡγοῦμαι πρέπειν τοῖς τὴν βασιλικὴν καὶ τετριμμένην ὑπὸ τῶν εὐσεβῶν ὁδεύουσιν, ἐλεεῖν τε τοὺς πλανωμένους, καὶ τὴν ἀπάτην γυμνοῦν, καὶ τὴν εὐσέβειαν ὑποδεικνύναι, καὶ ποδηγεῖν τοὺς ἑπομένους, καὶ τῆς ἑκατέρωσε παρατροπῆς ἀπείργειν, ἕως ἂν τὴν βασιλίδα πόλιν καταλάβωσι.