Ancient Greek · ~8 min
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De sancta trinitate 75.1149
Not analysed yet
ΚΕΦΑΛΑΙΟΝ Αʹ. Ὅτι περὶ πολλοῦ ποιεῖται ὁ Θεὸς τῶν ἀνθρώπων σωτηρίαν. Τούτου γὰρ χάριν καὶ ὁ τῶν ὅλων Σωτὴρ εἰς τὴν οἰκουμένην ἀπέστειλε τῶν ἀποστόλων τὸν ἱερὸν χορὸν, ἵνα ταῖς ἀκτῖσι τῆς θεογνωσίας τοὺς ἐν τῷ σκότει τῆς ἀγνοίας συντεθραμμένους φωτίσωσιν, ἵνα τὰ διασκεδασμένα πρόβατα καὶ τοῖς λύκοις προκείμενα συναγάγωσί τε καὶ ποιμάνωσιν ἐμμελῶς, ἵνα τὴν ἀγριέλαιον εἰς καλλιέλαιον τῇ τοῦ Πνεύματος μεταβάλλωσι τέχνῃ, ἵνα τοὺς κρυπτομένους τῷ βυθῷ τῆς ἀσεβείας, τῷ τῆς διδασκαλίας ἁλιεύσωσι λόγῳ· ἐπειδὴ τοίνυν καὶ τῷ ποιητῇ τῶν ἀνθρώπων πάντων ἥδιστον τῶν ἀνθρώπων ἡ σωτηρία, καὶ τῇ φύσει δὲ δοκεῖ τὸ τῷ πέλας ἐπαμύνειν δεομένῳ κηδεμονίας, τὸ δοθὲν ἡμῖν ὑπὸ τοῦ Κυρίου τῆς γνώσεως τάλαντον ἐπὶ τοὺς τραπεζίτας καὶ ἡμεῖς καταβάλλωμεν, ἵνα μὴ τῷ ἀργῷ συγκαταδικασθῶμεν οἰκέτῃ· καὶ τῶν θείων δογμάτων τὴν διδασκαλίαν προθήσομεν, τοῖς τε εἰδόσιν εἰς ἀνάμνησιν, καὶ τοῖς ἀγνοοῦσιν εἰς μάθησιν. Βʹ. Τίς ὁ χαρακτὴρ τοῦ ἐκκλησιαστικοῦ λόγου. Κηρυττέτω δὲ τὴν εὐαγγελικὴν ὁ λόγος πίστιν ἁπλοϊκῶς οὕτω καὶ διδασκαλικῶς, μὴ διαλεκτικῶς μηδ' ἀντιλογικῶς, ἀλλ' Ἐκκλησίας Θεοῦ προσφόρως, κατανυκτικῶς, μὴ ἐπιδεικτικῶς, διδακτικῶς, μὴ δικανικῶς, τεχνολογίας ἀπηλλαγμένος, θεολογίᾳ κεχρημένος· μὴ πολυπραγμονῶν τὰ ἀνέφικτα, μὴ ἐρευνῶν τὰ ἀπερινόητα, μὴ νῷ καὶ λόγῳ τὰ ἀχώρητα περιγράφων, μὴ τεχνικαῖς τὸν ἀριστοτέχνην ὑποβάλλων μεθόδοις, μὴ τὴν πίστιν ἐῶν, καὶ τὴν ἀπόδειξιν ἀπαιτῶν· τοῖς ἁλιεῦσιν ἑπόμενος, τὸν σκυτοτόμον ἰχνηλατῶν, ὑπὸ τοῦ τελώνου ποδηγούμενος, τῷ προφητικῷ καταυγαζόμενος λύχνῳ, τῷ εὐαγγελικῷ φωτιζόμενος ἡλίῳ, μηδὲν τῶν οἰκείων λογισμῶν ἀναμιγνὺς, πάντα δὲ τοῦ παναγίου Πνεύματος ὑφαίνων διδάγματα· οὗτος γὰρ τῆς θείας διδασκαλίας ὁ ὅρος. Γ. Ὅτι ὡς πρὸς εὐσεβεῖς ἡ διδασκαλία γενήσεται. Τὰ μὲν οὖν αἱρετικὰς βλασφημίας ἐν ἑτέροις ἤδη συγγράμμασιν διηλέγξαμεν, χωρὶς ἑκάστην διαλαβόντες, καὶ τοῦ τῆς ἀπάτης γυμνώσαντες προκαλύμματος, καὶ γυμνὴν δείξαντες τὴν ἀσέβειαν· νῦν δὲ, Θεοῦ διδόντος, τοῖς τροφίμοις τῆς πίστεως τὰ τῆς Ἐκκλησίας θεόσδοτα προθήσομεν δόγματα· μήτε τῷ μήκει τοῦ λόγου κόρον τοῖς ἐντυγχάνουσιν ἐπεισάγοντες, μήτε τῇ βραχυλογίᾳ τὴν ἀκρίβειαν παραφθείροντες, ἀλλ' ἀμφοτέρων τῶν ἄκρων τὴν μέσην αἱρούμενοι· ἵνα μήτε τῷ πλήθει τοὺς ἀκούοντας ἀποκναίσωμεν, καὶ σαφῆ τὴν διδασκαλίαν τῆς θεογνωσίας προσοίσωμεν· ἄρξομαι δὲ ἄνωθεν, πρὸς αὐτὴν δραμὼν τῶν ἀγαθῶν τὴν πηγήν.