Ancient Greek · ~10 min
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De sancta trinitate 75.1160
Not analysed yet
τῶς προελθών. Θεὸς δὲ προσαγορεύεται ὡς τῆς πατρικῆς φύσεως μετέχων, καὶ ἀπαράλλακτος εἰκὼν ὑπάρχων τοῦ Θεοῦ γεννήσαντος. Μονογενὴς δὲ, ὡς μόνος ἐκ μόνου, καὶ μονοτρόπως γεννηθείς· ἀπαύγασμα δόξης, ὡς ἐν αὐτῷ τὸν Πατέρα δεικνὺς, καὶ ἀεὶ συνὼν τῷ γεννήσαντι, ὥσπερ τῷ φωτὶ τὸ ἀπαύγασμα· χαρακτὴρ ὑποστάσεως, ἵνα μὴ ψιλὴν ἐνέργειαν, ἀλλὰ ζῶσαν ὑπόστασιν τὸν Θεὸν Λόγον εἶναι πιστεύσῃς, ὅλον ἐν ἑαυτῇ τὸν γεννήσαντα δεικνῦσαν· τὸ δὲ πρωτότοκος οὐκ ἔστι τῆς θείας φύσεως, ἀλλὰ τῆς οἰκονομίας ὄνομα· πῶς γὰρ οἷόν τε τὸν Θεὸν Λόγον, καὶ μονογενῆ καὶ πρωτότοκον εἶναι; Ἐναντία γὰρ τὰ ὀνόματα· καὶ ὁ μὲν μονογενὴς τὸν μόνον γεννηθέντα σημαίνει, ὁ δὲ πρωτότοκος τὸν πρὸ ἑτέρων τεχθέντα, καὶ ἑτέρων τῷ τόκῳ πρωτεύοντα· ὁ Θεὸς δὲ Λόγος ἀδελφὸν οὐκ ἔχει, μονογενὴς γάρ· πῶς οὖν πρωτότοκος ὁ μόνος ἐκ τοῦ Πατρὸς γεννηθείς; Οὐκοῦν εὔδηλον, ὡς τῆς οἰκονομίας «τὸ πρωτότοκος» ὄνομα. Εἰ δέ τις ἀμφιβάλλει, παρὰ Παύλου μανθανέτω βοῶντος· «Ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.» Τίνος γὰρ κατὰ φύσιν ἀδελφοὶ οἱ πιστεύοντες; Οὐ τοῦ Θεοῦ Λόγου, ἀλλὰ τῆς ὁμοφυοῦς ἀνθρωπότητος· ταύτης γάρ εἰσι καὶ σύμμορφοι. Καὶ ἑτέρωθεν ἔλεγεν· «Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.» Οὐκοῦν αὐτός ἐστι καὶ πρωτότοκος ὁ τοὺς πολλοὺς ἔχων ἀδελφούς· περὶ ὧν αὐτὸς ἐν Ψαλμοῖς φησιν· «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.» Οὐκ ἄλλον δὲ τὸν μονογενῆ, καὶ ἄλλον τὸν πρωτότοκον εἶναί φαμεν, ἀλλὰ τὸν αὐτὸν, οὐ κατὰ τὸ αὐτὸ δέ. Μονογενὴς μὲν γὰρ ὠνόμασται κατὰ τὴν ἄνωθεν γέννησιν, πρωτότοκος δὲ κέκληται ὡς πρῶτος τῆς ἐπὶ τὴν ζωὴν φερούσης γεννήσεως τὰς ὠδῖνας λύσας. Διὰ τοῦτο καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν ὀνομάζεται, ὡς πρῶτος ἀναστὰς, καὶ τοῦ θανάτου τὰς πύλας ἀνοίξας· καὶ πρωτότοκος πάσης τῆς κτίσεως, ὡς πρῶτος ἐν τῇ καινῇ κτίσει τεχθεὶς, ἢν ἀνεκαίνισε γεννηθείς· περὶ ἧς ὁ μακάριος λέγει Παῦλος· «Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθον, ἰδοὺ γέγονε τὰ πάντα καινά.» Εἰ δὲ φιλονεικεῖεν, οἱ τὴν ἔριν τῆς πειθοῦς προτιμῶντες, περὶ τοῦ Θεοῦ Λόγου τὸ πρωτότοκος εἰρῆσθαι πάσης κτίσεως, τὴν μὲν ἀμαθίαν αὐτῶν γελασόμεθα· συγχωρήσομεν δὲ ὅμως, ἵνα καὶ οὕτως ἐκ πολλοῦ τοῦ περιόντος παρ' ἡμῖν οὖσαν τὴν ἀλήθειαν δείξωμεν· πρωτότοκος γὰρ, ἀλλ' οὐ πρωτόκτιστος πάσης κτίσεως λέγεται· ὡς εἶναι δῆλον ὅτι αὐτὸς μὲν πρὸ πάσης ἐγεννήθη τῆς κτίσεως, καὶ οὐδὲν τοῦ Υἱοῦ πρεσβύτερον, ἀλλὰ Πατρὶ μὲν ἀεὶ συνῆν, τῆς δὲ κτίσεως ἁπάσης προῆν· πᾶσα δὲ τῶν δημιουργημάτων ἡ φύσις ὕστερόν ποτε, εἰ ὑπ' αὐτοῦ πρὸς τὸ εἶναι παρήχθη. Ὥστε οὐδὲν ἐντεῦθεν τοῖς βλασφημοῦσι περιέσται.