Ancient Greek · ~10 min
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De sancta trinitate 75.1157
Not analysed yet
μὲν τοῦ ἦν, τὸ οὐκ ἦν εἰπεῖν; ἀντὶ δὲ τοῦ ὢν καὶ ὑπάρχων, κτίσμα προσαγορεῦσαι τὸν ἐκ Πατρὸς μὲν ἀχρόνως καὶ ἀπαθῶς γεννηθέντα, ἐν δὲ τοῖς κόλποις τοῦ Πατρὸς ἱδρυμένον; ὁ γὰρ ὢν οὐ κτίζεται, ὁ ὑπάρχων οὐ δημιουργεῖται· τὸ γὰρ ἐγένετο, καὶ τὸ ἔλαβε, καὶ ὅσα τοιαῦτα, οὐ θεολογοῦντες, ἀλλὰ τὴν οἰκονομίαν κηρύττοντες ἔλεγον οἱ τὰ τῆς θεογνωσίας ἐγχειρισθέντες μυστήρια. Καὶ πρῶτος μὲν ὁ μακάριος Ἰωάννης, καὶ «Ὁ Λόγος, ἔφη, σὰρξ ἐγένετο·» εἰπὼν τὸ, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος,» καὶ πολλάκις τὸ ἦν ἐπὶ τῆς Θεότητος δεδωκὼς, εἰς τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν ἐλθὼν, ἀναγκαίως τὸ ἐγένετο τέθεικεν· οὐ γὰρ ἦν ἀεὶ ἡ ἐξ ἡμῶν ληφθεῖσα ὑπὸ τοῦ Θεοῦ Λόγου ἀπαρχὴ, ἀλλὰ πρὸς τῷ τέλει τῶν αἰώνων ἐγένετό τε καὶ ἀνελήφθη ὑπὸ τοῦ Θεοῦ Λόγου. Τοῦτο ποιεῖ καὶ ὁ μακάριος Παῦλος· εἰπὼν γὰρ, «Ἐν μορφῇ Θεοῦ ὑπάρχων,» καὶ προσθεὶς τὸ, «οὐχ ἁρπαγμὸν ἡγήσατο, τὸ εἶναι ἴσα Θεῷ,» ἐπήγαγε τὸ «Ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών·» τῇ «μορφῇ τοῦ δούλου» τὸ «λαβὼν» προσαρμόσας, τῇ δὲ «μορφῇ τοῦ Θεοῦ» τὸ «ὑπάρχων» συζεύξας. Οὐκοῦν ἡ τοῦ Θεοῦ μορφὴ προϋπάρχουσα, μᾶλλον δὲ ἀεὶ ὑπάρχουσα, ἔλαβε τὴν τοῦ δούλου μορφήν· οὐ τοίνυν κτίσμα, οὐδὲ ποίημα, οὐδὲ ἐξ οὐκ ὄντων ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ' ἐκ τοῦ Πατρὸς γεννηθεὶς ἀεὶ τῷ Πατρὶ σύνεστι, καὶ τὴν μετὰ Πατρὸς παρὰ τῶν εὐγνωμόνων προσκύνησιν δέχεται. Θʹ. Περὶ τῆς ἐκ Θεοῦ γεννήσεως. Μηδεὶς δὲ γέννησιν ἀκούων, τοῖς λογισμοῖς δεχέσθω τὰ πάθη τῆς ἡμετέρας γεννήσεως, τομὴν, καὶ ῥεῦσιν, καὶ ὠδῖνα, καὶ τὰ ἄλλα ὅσα τοιαῦτα. Σωμάτων γὰρ ταῦτα παθήματα· Θεὸς δὲ ἀσώματος, καὶ ἀπαθὴς, ἄτρεπτός τε, καὶ ἀναλλοίωτος, ἀεὶ ὡσαύτως ἔχων· εἰ δέ τις οἴεται γέννησιν μὴ εἶναι πάθους ἀπηλλαγμένην, καὶ ἐν τοῖς περὶ κτίσεως λόγοις τούτους δεχέσθω τοὺς λογισμούς· ὥσπερ γὰρ ἐκεῖ τομὴ καὶ ῥεῦσις, οὕτως ἐνταῦθα φροντὶς, καὶ πόνος, καὶ ἱδρὼς, καὶ ὄργανα, καὶ ὕλη προϋποκειμένη, καὶ ἀποτυχίαι, καὶ τὰ ἄλλα ὅσα συμπαρομαρτεῖ τοῖς κτίσμασιν· εἰ δὲ μόνη βούλησις τῷ Θεῷ εἰς τὴν τοῦ παντὸς ἤρκησε δημιουργίαν, καὶ βουληθεὶς παραχρῆμα τὰ μὴ ὄντα ἔδειξεν ὄντα, δεξάσθω ὁ ἀντιλέγων καὶ τὴν γέννησιν τοῦ Θεοῦ πάθους ἀπηλλάχθαι παντός. Ὥσπερ δὲ οὐ τοῖς ἀνθρώποις ὁμοίως ἐδημιούργησεν, οὕτως οὔτε ὁμοίως ἐγέννησεν. Ιʹ. Τίς ἡ ἔννοια τῶν τοῦ Κυρίου ὀνομάτων. Διὸ καὶ ὁ Λόγος ὁ Υἱὸς ὀνομάζεται ὡς ἀπαθῶς γεννηθεὶς, κατὰ τὸν ἐκ τοῦ νοῦ γεγενημένον λόγον ἀπαθῶς. Υἱὸς δὲ καλεῖται ὡς ἐκ τοῦ Πατρὸς γεννη-