Ancient Greek · ~11 min
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De sancta trinitate 75.1164
Not analysed yet
κεν, ἀλλὰ καὶ τῆς οἰκείας ἐξουσίας τὴν θεωρίαν ἐξήρτησεν. Ἀλλὰ κἂν μυριάκις εἰς τὸν Υἱὸν ἀσεβεῖν ἐθέλωσιν, οἷς τοῦτο φίλον, ἡμεῖς οὐκ ἀνεξόμεθα βλάσφημον ἔννοιαν καταδέξασθαι περὶ Θεοῦ καὶ Πατρός· πιστεύομεν γὰρ ἀθέατον καὶ ἀπερινόητον εἶναι τὸν τῶν ὅλων Θεόν· πῶς γὰρ ὁ ἀκατάληπτος Υἱὸς ἂν εἴη τοῦ καταληφθῆναι δυναμένου; Ὁμοίως τοίνυν Πατέρα καὶ Υἱὸν ἀχώρητον εἶναί φαμεν ἀνέφικτόν τε καὶ ἀκατάληπτον· ἀποκαλύπτεσθαι δὲ διὰ Πατρὸς καὶ Υἱοῦ τὴν γνῶσιν πιστεύομεν τῷ τῆς διανοίας ὀπτικῷ καὶ τῇ τῆς πίστεως θεωρίᾳ· «Οὐδεὶς γινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις γινώσκει, εἰ μὴ ὁ Υἱός·» καὶ ἀλλαχοῦ· «Καθὼς, φησὶ, γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα.» Οὐχ ὁ μὲν πλέον, ὁ δὲ ἔλαττον, ἀλλὰ καθὼς γινώσκω, γινώσκομαι. ΙΒʹ. Ὅτι ἴση τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἡ δύναμις. Ὧν τοίνυν ἡ γνῶσις ἴση, τούτων καὶ ἡ δύναμις ἴση· ὧν δὲ ἡ δύναμις ἴση, τούτων δηλονότι καὶ ἡ οὐσία μία· ὅτι δὲ ἴση Πατρὸς καὶ Υἱοῦ ἡ δύναμις, αὐτὸς ἡμᾶς πάλιν ὁ Σωτὴρ ἐδίδαξεν οὑτωσὶ λέγων· «Οἱ ἐκ τῶν προβάτων τῶν ἐμῶν τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπολοῦνται εἰς τὸν αἰῶνα, οὐδ' οὐ μή τις ἁρπάσῃ αὐτὰ ἐκ τῆς χειρός μου· ὁ Πατὴρ, ὃς δέδωκέ μοι, μείζων πάντων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάσαι ἐκ τῆς χειρὸς τοῦ Πατρός μου. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ὁρᾶτε πῶς οὐχ ἁπλῶς τέθεικε τὸ «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» προορῶν τὴν αἱρετικὴν κακοήθειαν, ἵνα μὴ ἐπὶ βουλήματος καὶ θελήματος ταύτην λάβωσι τὴν φωνήν· ἀλλὰ πρότερον τὸ τῆς δυνάμεως ἴσον κατασκευάσας, οὕτω ταύτην ἐπήγαγε· τοῖς γὰρ προβάτοις, φησὶ, τοῖς ἀκολουθοῦσί μοι ζωὴν αἰώνιον δίδωμι ἐγὼ, ὡς μηδὲν ἐξ αὐτῶν ἀπολέσθαι εἰς τὸν αἰῶνα· τίς γάρ ἐστι τοσοῦτος ὡς ἁρπάσαι ἐκ τῆς χειρός μου δυνηθῆναι τὰ ὑπ' ἐμοῦ ποιμαινόμενα; ὥσπερ γὰρ τῆς δεξιᾶς τοῦ Πατρὸς, ὃς μείζων πάντων ὑπάρχει, ἀμήχανόν τινα περιγενέσθαι, οὕτως ἀδύνατον ἁρπαγῆναί τινα τῶν ὑπ' ἐμοῦ φρουρουμένων· «Ἐγὼ γὰρ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ποῦ τοίνυν τὸ μεῖζον καὶ τὸ ἔλαττον· Εἰ γὰρ ὁμοίως, οὔτε ἐκ τῆς χειρὸς τοῦ Υἱοῦ, οὔτε ἐκ τῆς χειρὸς τοῦ Πατρὸς, ἁρπάσαι τις δύναται, τὸ μεῖζον χώραν οὐκ ἔχει· καὶ ἐπειδὴ πάντων μείζων ὁ Πατὴρ, οὐδεὶς δύναται ἁρπάσαι ἐκ τῆς χειρὸς αὐτοῦ· μείζων ἄρα πάντων ὁ Υἱὸς, ἐπειδὴ ὁμοίως οὐδεὶς ἐκ τῆς χειρὸς αὐτοῦ ἁρπάσαι δύναται· διὸ ἐπήγαγεν, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ἂν γὰρ τῷ γράμματι πάλιν ἀκολουθήσωμεν, ὀψόμεθα τὸν Υἱὸν προτεταγμένον· «Ἐγὼ γὰρ, εἶπε, καὶ ὁ Πατὴρ,» οὐχ ὁ Πατὴρ καὶ ἐγώ· καὶ δείξας τὴν τῶν προσώπων δυάδα, ἐκήρυξε τὴν τῆς φύσεως ταυτότητα. Τῷ γὰρ εἰπεῖν Ἐγὼ καὶ ὁ Πατὴρ, τὸν ἀριθμὸν τῶν ὑποστάσεων ἐσήμανε· τὸ δὲ ἐπαγαγεῖν, «ἐσμὲν ἓν,» τὸ τῆς δυνάμεως ἐδήλωσεν ἀπαράλλακτον·