Ancient Greek · ~11 min
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De sancta trinitate 75.1165
Not analysed yet
ὧν τοίνυν ἴση ἡ γνῶσις, καὶ ἡ δύναμις, καὶ ἡ βούλησις, τούτων δηλονότι καὶ ἡ φύσις μία, κἂν ἀναισχυντῶσιν οἱ δυσφημοῦντες. ΙΓʹ. Ὅτι πολλαχόθεν ἔστι μαθεῖν Πατρὸς καὶ Υἱοῦ τὴν ἰσότητα. Ὅτι δὲ τὰ αὐτὰ δύναται τῷ Πατρὶ καὶ [ὁ Υἱὸς], μαθεῖν ἔστιν ἑτέρωθεν· ποτὲ μὲν γὰρ, «Ὁ Πατήρ μου, λέγει, ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι·» ποτὲ δέ· «Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.» —«Οὓς θέλει» εἶπεν, οὐχ οὓς κελεύεται· οὓς βούλεται, οὐχ οὓς προστάσσεται· τὸ μὲν γὰρ δουλείας, τὸ δὲ δεσποτείας ἴδιον. Καὶ πάλιν ἑτέρωθεν· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ θέλητε πιστεύειν, τοῖς ἔργοις πιστεύετε, καὶ γινώσκετε ὅτι ὁ Πατὴρ ἐν ἐμοὶ, κἀγὼ ἐν αὐτῷ.» Ὁρᾶτε πάλιν κἀντεῦθεν Πατρὸς καὶ Υἱοῦ τὴν ἰσότητα· «Ὁ Πατὴρ γὰρ, φησὶν, ἐν ἐμοὶ, κἀγὼ ἐν αὐτῷ.» Ἐπὶ δὲ τοῦ μείζονος καὶ τοῦ μείονος τοῦτο εὑρεθῆναι ἀδύνατον· οἷόν τι λέγω· Πᾶσαν ὁμοῦ τὴν κτίσιν ὁρωμένην τε καὶ ἀόρατον ἐν ἑαυτῷ περιγράφει ὁ τῶν ὅλων Θεὸς, μᾶλλον δὲ ἐν τῇ χειρὶ κατέχει· «Ἐν γὰρ τῇ χειρὶ αὐτοῦ, φησὶ, τὰ πέρατα τῆς γῆς,» Καὶ πάλιν· «Ὁ κατέχων τὸν γύρον τῆς γῆς, καὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας.» Καὶ ἀλλαχοῦ· «Τίς ἐμέτρησεν τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί;» Πᾶσαν μὲν οὖν, ὡς ἔφην, τὴν κτίσιν ἐν τῇ χειρὶ κατέχει τῶν ὅλων ὁ ποιητής· αὐτὸν δὲ ὑπὸ τῆς κτίσεως περιληφθῆναι ἀδύνατον· οὐκοῦν ἀμήχανον ὑπ' ἀλλήλων τὰ ἄνισα χωρηθῆναι· εἰ δὲ τοῦτο ἀληθὲς, ὥσπερ καὶ ἀληθὲς, χωρεῖ δὲ ὁ Υἱὸς τὸν Πατέρα, ὥσπερ ὁ Πατὴρ τὸν Υἱὸν, εὔδηλον ὁ τῆς ἀνισότητος λόγος ἐκβέβληται, καὶ ἰσότης ἐν Πατρὶ καὶ Υἱῷ γνωρίζεται. ΙΔʹ. Ἀπόδειξις, ἰσότιμον εἶναι τῷ Πατρὶ τὸν Υἱόν. Ταύτην δὲ αὖθις ἡμᾶς αὐτὸς ὁ Δεσπότης Χριστὸς ἀλλαχοῦ διδάσκει λέγων· «Ἐγώ εἰμι ἡ θύρα. Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ.» Καὶ ἑτέρωθεν· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Υἱὸν ἐμὲ, ἐὰν μὴ ὁ Πατήρ μου ὁ οὐράνιος ἀγάγῃ αὐτόν.» Διδασκόμεθα δὲ ἐντεῦθεν, ὡς ὁμοίως καὶ ὁ Υἱὸς τῷ Πατρὶ, καὶ ὁ Πατὴρ τῷ Υἱῷ προσάγει τοὺς σωζομένους. Ποῦ τοίνυν ἡ δουλοπρεπὴς τῶν αἱρετικῶν λειτουργία; ποῦ ἡ τῇ κτίσει πρέπουσα διακονία; ποῦ τῆς Πατρικῆς δεσποτείας καὶ [Υἱοῦ] δουλείας ἀνισότητα [cod. ἀλλ' ἰσότητα] δείκνυσιν; Ἀκούομεν γὰρ ὡς νῦν ὁ Υἱὸς ποδηγεῖ πρὸς τὸν Πατέρα τοὺς σωτηρίας ἐφιεμένους· καὶ νῦν ὁ Πατὴρ τοῦτο ποιεῖ, καὶ τῷ Υἱῷ προσάγει τῆς πίστεως τοὺς τροφίμους. ΙΕʹ. Ὅτι μία Πατρὸς καὶ Υἱοῦ ἡ φύσις. Καὶ μανθάνομεν ἐντεῦθεν Πατρὸς καὶ Υἱοῦ τὸ ἰσότιμον· τοῦτο δὲ καὶ ἑτέρωθεν ἔστι μαθεῖν, αὐτοῦ τοῦ Κυρίου διαλεγομένου πρὸς τοὺς Ἰουδαίους ἀκούοντας· πολλὰ γὰρ διεξελθὼν, ὕστερον ἐπήγαγε· «Κἂν ἐγὼ