Ancient Greek · ~11 min
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De sancta trinitate 75.1168
Not analysed yet
περὶ ἐμαυτοῦ μαρτυρῶ, ἡ μαρτυρία μου ἀληθής ἐστιν, ὅτι μόνος οὐκ εἰμὶ, ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με Πατήρ· καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γεγραμμένον ἐστὶν, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ. Ἔλεγον οὖν αὐτῷ οἱ Ἰουδαῖοι· «Ποῦ ἔστιν ὁ Πατήρ σου; Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ οἴδατε, καὶ τὸν Πατέρα ᾔδειτε ἄν·» βαβαὶ πόση τῶν αἱρετικῶν ἡ παραπληξία. πόσην νοσοῦσιν ἐμβροντησίαν οἱ τῆς Ἀρείου καὶ Εὐνομίου βλασφημίας κληρονόμοι. πρὸς τῇ παραπληξίᾳ, πολλὴν ἔστιν ἰδεῖν ἐν αὐτοῖς ἐπανθοῦσαν ἀναισχυντίαν· τῆς γὰρ ἀποστολῆς ἄνω καὶ κάτω μνημονεύουσι, καὶ τὸν ἀποστείλαντα τοῦ ἀποσταλέντος φασὶν εἶναι τιμιώτερον· τοσαύτην ἔχουσιν ἀμαθίαν τῶν Γραφῶν· καὶ οὐ λογίζονται ὡς ὑπὸ τοῦ Ἰσαὰκ ὁ Ἰακὼβ εἰς τὴν Μεσοποταμίαν ἀπεσταλμένος, οὐ μὴν διὰ τοῦτο ἐλάττων ἐστὶ τοῦ ἀποστείλαντος κατὰ τὸν λόγον τῆς φύσεως· ὡσαύτως δὲ καὶ Ἰωσὴφ ἀπεστάλη μὲν ὑπὸ τοῦ Ἰακὼβ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ οὐδεὶς ἂν φαίη τῆς τοῦ πατρὸς φύσεως μὴ μετέχειν, ἐπειδὴ τῷ πατρὶ πειθόμενος τὴν ἀποστολὴν κατεδέξατο. Ἀλλά φασιν ἴσως· Εἰ μὴ κατὰ τὸν λόγον τῆς φύσεως μείζους ἐνταῦθα τῶν ἀποσταλέντων οἱ ἀποστείλαντες, κατὰ τὸ πατρικὸν γοῦν ἀξίωμα ἔχουσι τῆς τιμῆς τὰ πρεσβεῖα. Ἀλλ' εὑρίσκομεν, ὦ ἀνόητοι, φαίην ἂν πρὸς αὐτοὺς, καὶ τοὺς μείζους ὑπὸ τῶν ἐλαττόνων ἀποσταλέντας, καὶ οὐχὶ διὰ τοῦτο τῆς οἰκείας τιμῆς τοὺς ἀποσταλέντας γυμνώσομεν· ἀπεστάλη γὰρ ὑπὸ τοῦ Δαβὶδ Ἰωνάθας, ὁ τοῦ βασιλέως υἱὸς ὑπὸ τοῦ φυγάδος, ὁ τῷ πατρὶ συμβασιλεύων ὑπὸ τοῦ μηδὲ ἐν οἰκέτου τάξει φανῆναι τολμῶντος· ἐπειδὴ τοίνυν, ὁ μὲν ἀπέστειλεν, ὁ δὲ ἀπεστάλη, οὐκέτι μὲν ὁ πεμφθεὶς βασιλεὺς κατὰ τὸν ὑμέτερον λόγον, οὐκέτι δὲ ὁ ἀποστείλας φυγάς· ἀλλὰ μεταβέβηκε μὲν ἐπὶ τὸν ἀποστείλαντα Δαβὶδ τὸ τοῦ πεμφθέντος ἀξίωμα· μεταβέβηκε δὲ ἐπὶ τὸν ἀποσταλέντα [cod. ἀποστείλαντα] Ἰωνάθαν ἡ τοῦ πέμψαντος δυσκηρία· ἀλλ' οὐχ οὕτω ταῦτ' ἔχει. Καὶ τί δεῖ λέγειν τὰ ἀνθρώπινα; Εὑρίσκομεν γὰρ Θεὸν ἀποσταλέντα, καὶ ἄνθρωπον ἀποστείλαντα· ὁ γὰρ τῷ Ἰακὼβ συμπαλαίσας, φησίν· «Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος· πρὸς ὃν Ἰακὼβ ἔφη· Οὐ μή σε ἀποστείλω ἐὰν μή με εὐλογήσῃς· τί πρὸς ταῦτα λέγειν ἔχουσιν οἱ σοφοὶ τῆς πίστεως τεχνολόγοι; Ἄλλως δὲ καὶ ἐκ τῶν Δεσποτικῶν εὑρήσομεν ῥημάτων καὶ αὐτὸν τὸν πέμψαντα Πατέρα τῷ πεμφθέντι Υἱῷ συνόντα· «Μόνος γὰρ, φησὶν, οὐκ εἰμὶ, ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με Πατήρ·» καὶ ἀλλαχοῦ· «Οὐκ ἀφῆκέ με μόνον ὁ Πατήρ μου·» καὶ ἑτέρωθεν· «Ὁ Πατήρ μου ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα.» Εἰ τοίνυν ἐν αὐτῷ, καὶ σὺν αὐτῷ ἦν ὁ πέμψας, ποῦ τοῦ πεμφθέντος ἡ εὐτέλεια; ὁ δὲ τὰ πάντα πληρῶν, ποῦ καὶ πόθεν ἀπεστάλη; ἡ γὰρ ἀποστολὴ, τόπου ἀλλαγὴν αἰνίττεται· εἰ δὲ τὰ πάντα Πατὴρ καὶ Υἱὸς περιέχει, οὔτε ὁ Πατὴρ ὡς πόῤῥω τυγχάνων ἐκείνων,