Ancient Greek · ~11 min
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De sancta trinitate 75.1172
Not analysed yet
Ιϛʹ. Ὅτι πολλαχοῦ ὁ Κύριος μίαν αὐτοῦ καὶ τοῦ Πατρὸς τὴν οὐσίαν ἐδίδαξεν. Ἵνα δὲ καὶ ἐξ ἑτέρας μαρτυρίας τὸ ὁμοούσιον δείξωμεν, αὐτοῦ τοῦ Κυρίου ἀκούσωμεν βοῶντος καὶ λέγοντος, οὐ τοῖς ἀποστόλοις μόνον, ἀλλὰ καὶ τοῖς Ἰουδαίοις· «Ὁ πιστεύων εἰς ἐμὲ, οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ' εἰς τὸν πέμψαντά με. Καὶ ὁ θεωρῶν ἐμὲ, θεωρεῖ τὸν πέμψαντά με· ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.» Εἰ τοίνυν ὁ θεωρῶν τὸν Υἱὸν εἰς τὸν Πατέρα πιστεύει, ποῦ τὸ μεῖζον καὶ τὸ ἔλαττον; ἐν γὰρ τῷ ἐλάττονι σμικρύνεται τὸ μεῖζον, καὶ οὐ γνωρίζεται· εἰ δὲ ὁ Πατὴρ μείζων, πῶς ἐν τῷ Υἱῷ θεωρεῖται; εἰ δὲ θεωρεῖται ἐν Υἱῷ, ὡς ἐν ἴσῳ δηλονότι γνωρίζεται· δηλωτικὰ γὰρ ἀλλήλων τὰ ἴσα· καὶ πάλιν μετ' ὀλίγα αὐτὸς ὁ Κύριός φησι τοῖς ἀποστόλοις· «Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ· εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἂν, καὶ ἀπ' ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν. Λέγει δὲ αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα σου, καὶ ἀρκεῖ ἡμῖν. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε καὶ τὸν Πατέρα μου· καὶ πῶς σὺ λέγεις, Δεῖξον ἡμῖν τὸν Πατέρα; οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι; Τὰ ῥήματα ἃ λαλῶ ἐγὼ, ἀπ' ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα· πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι.» Τί τούτων τῶν ῥημάτων σαφέστερον; τί τῆς διδασκαλίας ταύτης φανερώτερον; Ἀλλ', ὡς ἔοικε, τῶν Ἰουδαίων τὸ κάλυμμα εἰς τὴν τῶν αἱρετικῶν μεταβέβηκε διάνοιαν· διὸ τὰ τοῦ ἡλίου φανερώτερα συνορᾷν οὐκ ἐθέλουσι, τὴν αὐθαίρετον ὁμίχλην τῆς ἀγνοίας ἐπισπασάμενοι· ἡμεῖς δὲ ἀκούσωμεν τοῦ Κυρίου λέγοντος· «Εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἄν· καὶ ἀπ' ἄρτι γινώσκετε αὐτὸν, καὶ ἑωράκατε αὐτόν·» τῷ Θωμᾷ τοῦτο λέγει εἰρηκότι αὐτῷ, Ποῦ ὑπάγεις οὐκ οἴδαμεν, καὶ τὴν ὁδὸν πῶς εἰδέναι δυνάμεθα; καὶ διδάσκει αὐτὸν, καὶ τοὺς λοιποὺς ἀποστόλους, ὡς αὐτῷ ὁ πεπιστευκὼς, τοῖς ὀφθαλμοῖς τῆς διανοίας θεασάμενος αὐτὸν, καὶ τοῦ Πατρὸς γεγένηται θεατὴς, ὡς ἐν αὐτῷ τοῦ Πατρὸς γνωριζομένου. Ταῦτα Φίλιππος μὴ συνεὶς, παρακαλεῖ αὐτὸν λέγων· «Δεῖξον ἡμῖν τὸν Πατέρα σου, καὶ ἀρκεῖ ἡμῖν·» καὶ οὐκ ἐπαινεῖται, ὡς τὸ κατὰ τοὺς αἱρετικοὺς μεῖζον ἰδεῖν ἐπιθυμήσας· ἀλλ' ἐγκαλεῖται, ὡς μὴ θεασάμενος ἐν Υἱῷ τὸν Πατέρα· «Τοσοῦτον γὰρ, φησὶ, χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε;» Καὶ μὴν οὐκ αὐτὸν, ἀλλὰ τὸν Πατέρα ὁ Φίλιππος ἰδεῖν ἐπεθύμησε· πῶς οὖν ἐγκαλεῖται ὡς οὐκ ἐγνωκὼς τὸν Υἱόν; τῇ ἐπαγωγῇ τοῦ ἐγκλήματος τὴν αἰτίαν δηλοῖ· «Ὁ ἑωρακὼς γὰρ, φησὶν, ἐμὲ,