Ancient Greek
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De sancta trinitate 75.1173.1
Not analysed yet
ἑώρακε τὸν Πατέρα.» Καὶ πῶς σὺ λέγεις, Δεῖξον ἡμῖν τὸν Πατέρα; Ἕτερός εἰμι, φησὶν, κατὰ τὸ πρόσωπον, οὐ κατὰ τὴν φύσιν· ὅλον ἐν αὐτῷ τὸν Πατέρα περιφέρω· σφραγὶς γάρ εἰμι τοῦ γεννήσαντος ἀπαράλλακτος, χαρακτήρ εἰμι τῆς τοῦ Πατρὸς ὑποστάσεως, εἰκὼν φυσικὴ τῷ γεννήσαντι συνυπάρχουσα· ὅταν τοίνυν ἰδεῖν ἐθελήσῃς ἐκεῖνον, εἰς ἐμὲ ἀποβλέψας, ἑκάτερον ὄψει· ὄψει δὲ οὐ τοῖς τοῦ σώματος ὀφθαλμοῖς, ἀλλὰ τοῖς τῆς πίστεως· καὶ τοῖς τῆς πίστεως δὲ τοσοῦτον, ὅσον γνῶναι τὰς ἐνεργείας, οὐ τὴν φύσιν, ἢ τὴν οὐσίαν· πάντα γὰρ νοῦν ἡ ταύτης ὑπερβαίνει κατάληψις· διὸ ἐπήγαγεν· «Οὐ πιστεύεις, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι; τὰ ῥήματα, ἃ ἐγὼ λαλῶ, ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετε.» Εἰ τοίνυν τὰ αὐτὰ τῷ Πατρὶ φθέγγεται, καὶ ὁ Πατὴρ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ Πατρὶ, καὶ ὁ ἑωρακὼς αὐτὸν ἑώρακε τὸν Πατέρα, καὶ ὁ γινώσκων αὐτὸν, τὸν Πατέρα γινώσκει, δῆλον ἅπασι τοῖς γε νοῦν ἔχουσι ὡς μία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἡ φύσις, καὶ πάντα ἔχει τὰ τοῦ Πατρὸς ὁ Υἱός· οὐ γὰρ ἂν ἑτέρως ἔδειξεν ἐν ἑαυτῷ τὸν Πατέρα, εἰ μὴ πάντα εἶχεν ὅσα ὁ Πατὴρ, πλὴν αὐτῆς τῆς πατρότητος· τοῦτο γὰρ ἴδιον τοῦ Πατρὸς, ὥσπερ τοῦ Υἱοῦ ἡ υἱότης. ΙΖʹ. Ἑτέρα ἀπόδειξις, ἴσον εἶναι τὸν Υἱὸν τῷ Πατρί. Ταύτην ἰσότητα καὶ ἑτέρωθεν ἔστι μαθεῖν. Εἶπε γὰρ, φησὶν, ὁ Ἰησοῦς· «Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.» Καὶ πάλιν· «Πάτερ, ἡ ὥρα ἐλήλυθε, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.» Ὢ τῆς ὑπερβαλούσης τῶν αἱρετικῶν ἀβελτηρίας. Μείζων, φησὶν, ὁ δοξάζων τοῦ δοξαζομένου· καὶ δοξάζει μὲν ὁ Πατὴρ, δοξάζεται δὲ ὁ Υἱός· μείζων οὖν ἄρα τοῦ Υἱοῦ ὁ Πατήρ. Εἰ τοίνυν ὁ Υἱὸς οὐκ ἐδοξάσθη μόνον, ἀλλὰ καὶ τὸν δοξάσαντα ἐδόξασεν, ποίαν χώραν σχοίη τὸ μεῖζον καὶ τὸ ἔλαττον; εἰ μὴ ἄρα κατὰ τὴν τῶν εἰρημένων ἀκολουθίαν παρὰ τὸν δοξάζοντα μεταβαίνει τὸ μεῖζον, καὶ οὕτως εὑρεθήσεται ὁ Υἱὸς, ἐλάττων μὲν ἡνίκα ἂν δοξάζηται, μείζων δὲ ἡνίκα ἂν δοξάζῃ· ἀλλὰ τὸ λέγειν ταῦτα, παραπληξίας καὶ μανίας ἐσχάτης· οὐ γὰρ τὸ μεῖζον καὶ τὸ ἔλαττον ἐντεῦθεν, τὸ δὲ ἴσον Πατρὸς καὶ Υἱοῦ διδασκόμεθα· ἀκούομεν γὰρ ὡς καὶ ὁ Πατὴρ δοξάζει Υἱὸν, καὶ δοξάζεται ὑφ' Υἱοῦ· καὶ Υἱὸς δοξάζεται ὑπὸ τοῦ Πατρὸς, καὶ δοξάζει τὸν Πατέρα· ὅτι ὁ δεδοξασμένος οὐχ ὃ μὴ εἶχεν εἴληφεν, ἀλλ' ὃ εἶχεν· ἐν αὐτῷ τῷ χωρίῳ τοῦτο διδάσκει· «Δόξασόν με γὰρ, φησὶ, παρὰ σαυτῷ, σὺ, Πάτερ, τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί.» Εἰ δὲ καὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι, ταύτην ἔχοι τὴν δόξαν, πῶς αἰτεῖ λαβεῖν ὃ εἶχεν ἀεί;