Ancient Greek · ~11 min
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De sancta trinitate 75.1180
Not analysed yet
αὐτὸς ὁ Θεὸς ἡμᾶς διδάσκει διὰ τοῦ προφήτου λέγων Ἰωήλ· «Ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.» Διδάσκει δὲ ἡμᾶς ὁ δεσπότης Χριστὸς πρὸς τοὺς μαθητὰς λέγων· «Ὅταν δὲ παραδώσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν·» καὶ πάλιν ὁ Παῦλος· «Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν Πνεύματι· εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν.» Καὶ μετ' ὀλίγα· «Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ.» Καὶ ἀλλαχοῦ· «Ἡμῖν δὲ, φησὶν, ὁ Θεὸς ἀπεκάλυψε διὰ Πνεύματος αὐτοῦ· τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ·» τίς γὰρ ἀνθρώπων οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ.» Ἐξ ὧν εὔδηλον ὡς οὐκ ἀλλόφυλον, οὐδὲ ἑτεροούσιον, ἀλλὰ τῆς θείας φύσεώς ἐστι τὸ Πνεῦμα τὸ ἅγιον· διὸ καὶ τὰ βάθη τοῦ Θεοῦ γινώσκει, καὶ ἐπίσταται τὰ τοῦ Θεοῦ, ὡς ἡ ἡμετέρα ψυχὴ τὰ οἰκεῖα. Εἰ δέ τις ἄγνοιαν τὴν ἔρευναν νομίζει, τοῦτο καὶ ἐπὶ Πατρὸς κείμενον εὑρήσει· «Ὁ γὰρ ἐρευνῶν, φησὶ, τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ Πνεύματος.» Εἰ δὲ ὁ τῶν ὅλων Θεὸς οὐκ ἀγνοῶν ἐρευνᾷ, ἀλλὰ σαφῶς ἐπίσταται πρὶν γενέσθαι τὰ πάντα, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἅγιον οὐ δι' ἄγνοιαν ἐρευνᾷ τοῦ Θεοῦ τὰ βάθη· πῶς γὰρ ἂν ἁρμόσειε τῷ ἀγνοοῦντι, ὅτι ὡς οἶδε τὸ πνεῦμα τοῦ ἀνθρώπου τὰ ἐν αὐτῷ, οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ; ἐναντίον γὰρ τῇ ἐρεύνῃ ἡ εἴδησις· ἡ δὲ ψυχὴ οὐκ ἐρευνᾷ τὰ ἑαυτῆς, ἀλλ' ἀκριβῶς ἐπίσταται· οὐκοῦν τὸ Πνεῦμα τὸ ἅγιον ἀκριβῆ τὴν γνῶσιν τοῦ Θεοῦ ἔχει· καὶ ὥσπερ τὸν Πατέρα οὐδεὶς οἶδεν εἰ μὴ ὁ Υἱὸς, οὐδὲ τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ, οὕτω, φησὶν, οὐδεὶς οἶδεν τὰ τοῦ Θεοῦ, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἐκ δὲ τῶν εἰρημένων τὸ κοινὸν τῆς φύσεως διδασκόμεθα. Ἐπειδὴ δὲ οἱ νοσοῦντες πᾶσαν ἀναισχυντίαν, οἱ τῆς τοῦ Ἀρείου, φημὶ, καὶ Εὐνομίου μαθηταὶ βλασφημίας, αὐτόν φασιν εἶναι τὸν Θεὸν τὸ Πνεῦμα τοῦ Θεοῦ, ἀναγκαίως ὁ μακάριος Παῦλος δείκνυσι τὸ τοῦ Πνεύματος πρόσωπον· «Ἡμεῖς γὰρ, φησὶν, οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ ἐκ τοῦ Θεοῦ Πνεῦμα· ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν, ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς Πνεύματος ἁγίου, πνευματικοῖς πνευματικὰ συγκρίνοντες· ψυχικὸς δὲ ἅνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστι, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται· τίς γὰρ ἔγνω νοῦν