Ancient Greek · ~10 min
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De sancta trinitate 75.1177
Not analysed yet
Ἰησοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν.» ΚΑʹ. Ἀπόδειξις τῆς τοῦ Πνεύματος δεσποτείας. Καὶ πάλιν· «Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτός ἐστι Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι.» Αὐτοῦ δὲ κηρύττων τὴν ἐξουσίαν ἐβόα· «Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ αὐτὸ καὶ τὸ ἓν Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται διανέμει τοῖς πιστεύουσι τὰ δῶρα.» Δι' αὐτοῦ γὰρ τῶν ἁμαρτημάτων ἐλάβομεν τὴν ἀπαλλαγήν· δι' αὐτοῦ τῆς ἐλευθερίας τυγχάνομεν· δι' αὐτοῦ τοῦ τῆς υἱοθεσίας χαρίσματος ἀπολαύομεν· «Οὐ γὰρ ἐλάβομεν Πνεῦμα, φησὶν ὁ Παῦλος, δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβομεν Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββᾶ ὁ Πατήρ.» Καὶ ἀλλαχοῦ· «Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.» Καὶ ἑτέρωθεν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία·» τὸ δὲ τοὺς ἄλλους ἐλευθεροῦν, οὐ δουλεύει· πῶς γὰρ ἂν τοῖς ὁμοδούλοις μεταδοίη ὧν οὐ μετέχει, οὗ τυχεῖν οὐκ ἰσχύει, οὗ ἀπολαῦσαι βούλεται μὲν, ὡς εἰκὸς, οὐ δύναται δέ; Εἰ δὲ μεταδίδωσι τοῖς πιστεύουσιν ἐλευθερίας, καὶ ἐλευθεροῖ τοὺς δουλεύοντας, οὐ δουλεύει δηλονότι, ἀλλὰ δεσπόζει, καὶ δεσποτικῶς τὴν ἐλευθερίαν οἷς ἐθέλει χαρίζεται· διὸ καὶ ὁ μακάριος ἔφη Παῦλος, ὅτι «Πάντα ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Διὸ καὶ ὁ προφήτης ἐν τῇ Παλαιᾷ τὴν ἐξουσίαν αὐτοῦ κηρύττων ἐβόα· «Κύριος ἀπέστειλέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ.» Καὶ ὁ Θεὸς ἐγκαλῶν τοῖς Ἰουδαίοις· «Ἐποιήσατο, φησὶ, βουλὴν, καὶ οὐ δι' ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ Πνεύματός μου·» κοινωνὸν τῆς δεσποτείας δεικνὺς τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ ἑτέρωθεν· «Διὸ, φησὶν, ἐγὼ μεθ' ὑμῶν εἰμι, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν.» ΚΒʹ. Ὅτι δημιουργὸς ὁ Παράκλητος. Καὶ ὁ Ἰὼβ δημιουργὸν αὐτὸ καὶ δεσποτικὸν εἶναι πιστεύων, ἀλλ' οὐχ ὑπουργικὸν, οὐδὲ ποίημα· «Πνεῦμα θεῖον, φησὶν, τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με.» Εἰ δὲ τὴν ἀνθρωπίνην φύσιν ἐδημιούργησε, τὴν αὐτὴν οὐσίαν ἔχει Πατρὶ καὶ Υἱῷ· ἐν γὰρ τῇ τοῦ ἀνθρώπου ποιήσει εἶπεν ὁ Θεός· «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν.» Ὧν δὲ ἡ εἰκὼν μία, τούτων δηλονότι καὶ ἡ οὐσία μία. ΚΓʹ. Ὅτι ἐκ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Ὅτι δὲ οὐσίας θείας ὑπάρχει τὸ Πνεῦμα τὸ ἅγιον,