Ancient Greek · ~11 min
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De sancta trinitate 75.1184
Not analysed yet
τὴν καρδίαν σου ψεύσασθαι τὸ ἅγιον Πνεῦμα, καὶ νοσφίσασθαί σε ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;» Καὶ μετ' ὀλίγα· «Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.» Ἐπειδὴ γὰρ ἐκεῖνον ᾠήθη λανθάνειν ὡς ἀνθρώπους τοὺς ἀποστόλους ὑφελόμενος τῆς τοῦ κτήματος τιμῆς, ὃ ἠθέλησεν, ὁ κορυφαῖος αὐτὸν διδάσκει τῶν ἀποστόλων, ὅτι τοῦ Πνεύματος τὴν χάριν οἱ ἔχοντες, πάντα σαφῶς ἐπίστανται τὰ κρύβδην γινόμενα. Οὐχ ἡμᾶς γὰρ, φησὶν, ἐψεύσω, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον· μὴ τοίνυν ἀνθρώπους ἠπατηκέναι νόμιζε· Θεὸς γάρ ἐστιν ὁ διαψευσθεὶς παρὰ σοῦ· οὐκ ἐψεύσω γὰρ ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ· οὐχ ἡμεῖς γὰρ, φησὶν, ὑπὸ σοῦ παρεκρούσθημεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον, ὅπερ ἐστὶ Θεὸς, ἐκ Θεοῦ τὴν ὕπαρξιν ἔχον, κἀκείνης ὑπάρχον τῆς φύσεως. Τοῦτο καὶ ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι δῆλον ποιεῖ· εἰπὼν γὰρ ἀνώτερον ὅτι λειτουργούντων τῷ Κυρίῳ, καὶ νηστευόντων τῶν ἀδελφῶν ἐν Ἀντιοχείᾳ, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Κϛʹ. Ἐκ πλειόνων ἀπόδειξις Θεὸν εἶναι τὸ ἅγιον Πνεῦμα. «Ἀφορίσατέ μοι τὸν Παῦλον δὴ καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.» Καὶ ἐπαγαγὼν ὅτι ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος κατῆλθον εἰς Σελεύκειαν, καὶ διηγησάμενος ὅπως περινοστήσαντες τὴν Κύπρον καὶ τὴν Λυκίαν, καὶ Λυκαονίαν, καὶ Παμφυλίαν, καὶ Βυθυνίαν, ἐκήρυξαν τὸ Εὐαγγέλιον, ἐπιφέρει· «Κἀκεῖθεν ἀποπλεύσαντες εἰς Ἀντιόχειαν οἱ περὶ Βαρνάβαν καὶ Παῦλον, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν· παραγενόμενοι δὲ, καὶ τὴν Ἐκκλησίαν συναγαγόντες, ἀνήγγειλαν ὅσα ἐποίησεν μετ' αὐτῶν ὁ Θεός.» Μνημονεύσας ἄνωθεν τοῦ Πνεύματος, ὡς ἀφορίσαντος τὸν Παῦλον καὶ τὸν Βαρνάβαν εἰς ὃ προσεκέκλητο αὐτοὺς ἔργον, τοῦτο μετὰ τὴν ἄνοδον ἀποκαλεῖ· καὶ δὶς τίθησι τὴν τοῦ Θεοῦ προσηγορίαν· πρῶτον μὲν λέγων ὅτι εἰς Ἀντιόχειαν ἀπέπλευσαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν· δεύτερον δὲ ὅτι, συναγαγόντες τὴν Ἐκκλησίαν, ἀνήγγειλαν ὅσα ἐποίησεν μετ' αὐτῶν ὁ Θεός. Καὶ μὴν τὸ Πνεῦμα τὸ ἅγιον ἦν τὸ θαυματουργοῦν, τὸ σοφίζον, τὸ σύνεσιν χορηγοῦν, τὸ τοὺς κηρύττοντας ἐνδυναμοῦν, τὸ ἐμπνέον αὐτοῖς τὸν τῆς διδασκαλίας λόγον· διὸ καὶ Παῦλος ἔλεγεν· «ᾯ μὲν γὰρ δίδοται διὰ τοῦ Πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ Πνεύματι,» καὶ τὰ ἑξῆς. Εἶτα διδάσκων ὡς οὐχ ὑπουργοῦν ταῦτα διανέμει τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ δεσποτικῶς οἷς θέλει χαρίζεται, ἐπήγαγε· «Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Εἰ τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον ταῦτα διὰ τῶν ἀποστόλων εἰργάζετο ὡς ἠβούλετο, συναγαγόντες δὲ οἱ περὶ Παῦλον καὶ Βαρνάβαν τὴν Ἐκκλησίαν ἀνήγγειλαν ὅσα ἐποίησε μετ' αὐτῶν ὁ Θεὸς, Θεὸς ἄρα τὸ Πνεῦμα τὸ ἅγιον κατὰ τὴν ἀποστόλων φωνήν.