Ancient Greek · ~10 min
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De sancta trinitate 75.1185
Not analysed yet
Τοῦτο γεγονὸς καὶ ἐν Ἱεροσολύμοις ὁ θειότατος διηγεῖται Λουκᾶς. «Ἐσίγησε γὰρ, φησὶ, ἅπαν τὸ πλῆθος, καὶ ἤκουε τοῦ Βαρνάβα καὶ τοῦ Παύλου ἐξηγουμένων, ὅσα ὁ Θεὸς ἐποίησεν σημεῖα δι' αὐτῶν, καὶ τέρατα ἐν τοῖς ἔθνεσι.» Θεὸς οὖν ἄρα τὸ Πνεῦμα τὸ ἅγιον· τὸ γὰρ αὐτὸ θαυματουργεῖ τὰ σημεῖα καὶ τὰ τέρατα. Διὸ καὶ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις ἔλεγεν· «Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Καὶ πάλιν ἐν ταῖς Πράξεσιν ὁ Λουκᾶς τὸν Παῦλόν φησιν ἐπιλεξάμενον τὸν Σίλαν ἐξελθεῖν τῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν παραδοθέντα· Θεὸν αὖθις καλέσας τὸ Πνεῦμα τὸ ἅγιον, τὸ διὰ τῶν ἀδελφῶν ἐν Ἀντιοχείᾳ ἀφορίσαν αὐτὸν εἰς ὃ προσεκαλέσατο αὐτὸν ἔργον. Πάλιν ὁ μακάριος Παῦλος ἐν μὲν τῇ πρὸς Κορινθίους φησίν· «Οὓς ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, τοὺς μὲν προφήτας καὶ ἀποστόλους, τοὺς δὲ ποιμένας καὶ διδασκάλους καὶ εὐαγγελιστὰς, πρὸς καταρτισμὸν τῶν ἁγίων·» ἐν δὲ Μιλήτῳ συνταττόμενος τοῖς ἀδελφοῖς, καὶ τῆς δοθείσης ἀναμιμνήσκων χάριτος· «Προσέχετε οὖν ἑαυτοῖς, φησὶν, καὶ παντὶ τῷ ποιμνίῳ ἐν ᾧ ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Κυρίου, ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου.» Ὁρᾶτε πάλιν κἀνταῦθα τὴν θεολογίαν τοῦ Πνεύματος. Ἐκεῖ γὰρ τοῦ Θεοῦ μνημονεύσας ὡς ποιμένας, καὶ διδασκάλους, καὶ εὐαγγελιστὰς χειροτονοῦντος, ἐνταῦθα περὶ τοῦ Πνεύματός φησι· Ἐν ᾧ ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν· διδάσκων ὡς Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ὅτι ταὐτόν ἐστιν εἰπεῖν Θεὸν, καὶ Πνεῦμα, διὰ τὴν κοινωνίαν τῆς φύσεως· τοῖς τε γὰρ ὑπὸ τοῦ Θεοῦ καὶ Πατρὸς γινομένοις συνεργεῖ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον· τοῖς τε ὑπὸ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος τελουμένοις συνευδοκεῖ ὡσαύτως ὁ Θεὸς καὶ Πατήρ. Καὶ ἑτέρωθεν πάλιν ὁ μακάριος Παῦλος Θεὸν εἶναι τὸ Πνεῦμα κηρύττει· «Ἐὰν γὰρ, φησὶ, προφητεύωσι πάντες, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν.» Ἐπειδὴ γὰρ τοῦ Πνεύματος ἡ προφητεία χάρισμα, διὰ δὲ τῆς ἀποκαλύψεως τοῦ Πνεύματος φανερὰ τὰ τῆς καρδίας κρυπτὰ γίνεται, Θεοῦ δὲ ἴδιον τὸ τὸν νοῦν τῶν ἀνθρώπων ἐπίστασθαι, ἀναγκαίως ὁ ἐλεγχόμενος διὰ τῆς προφητείας, ἀνακρινόμενος προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν· εἶχον δὲ τὴν χάριν ἐκεῖνοι τοῦ Πνεύματος. Εἰ δὲ Θεὸς ἦν ἐν αὐτοῖς, ἐπειδὴ τῆς τοῦ Πνεύματος ἀπήλαυον χάριτος, Θεὸς ἄρα καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον.