Ancient Greek · ~1 min
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De sancta trinitate 75.1189
Not analysed yet
ὁδὸν οὐ καταλείψομεν· ἔχομεν γὰρ καὶ τὴν θείαν Γραφὴν διδάσκουσαν· διὸ βοῶμεν εἰκότως· «Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.» Τούτῳ τῷ φωτὶ περιλαμπόμενοι, τῶν προωδευκότων πατέρων τὰ ἴχνη γνωρίσωμεν, ἐκείνοις ἀκολουθήσωμεν μέχρις ἂν καταντήσωμεν οἱ πάντες εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.