Ancient Greek · ~9 min
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De sancta trinitate 75.1188
Not analysed yet
ΚΖʹ. Ὅτι ἀκτίστως ἐκ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον, διὸ καὶ αἰώνιον καλεῖται. Καὶ ὁ θειότατος δὲ Πέτρος ἐν ταῖς Καθολικαῖς Ἐπιστολαῖς· «Εἰ ὀνειδίζεσθε, φησὶν, ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ, μακάριοί ἐστε, ὅτι τὸ τῆς δόξης καὶ δυνάμεως καὶ τοῦ Θεοῦ Πνεῦμα ἐφ' ὑμᾶς ἀναπαύεται.» Καὶ ὁ μακάριος Ἰωάννης ἐν τῇ Ἐπιστολῇ· «Ἐν τούτῳ, φησὶ, γινώσκομεν ὅτι ἐν αὐτῷ μενοῦμεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.» Τὸ δὲ ἐκ τοῦ Θεοῦ κηρυττόμενον, οὐ κτίσμα, ἀλλ' ἐκ τῆς θείας οὐσίας ὑπάρχον· διὸ καὶ αἰώνιον εἰς ἀρχὴν τὸ εἶναι μὴ εἰληφὼς, ὁ μακάριος αὐτὸ Παῦλος ἀποκαλεῖ· «Εἰ γὰρ αἷμα, φησὶ, τράγων καὶ ταύρων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τελειότητα, πόσῳ μᾶλλον τὸ αἷμα Χριστοῦ, ὃς διὰ Πνεύματος ἁγίου ἑαυτὸν προσήνεγκεν;» Εἰ τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον αἰώνιον, καὶ ὁ Θεὸς αἰώνιος, δῆλον τὸ συναγόμενον· ἀλλὰ πάσας μὲν τὰς περὶ τοῦ ἁγίου Πνεύματος μαρτυρίας, τὰς καὶ Θεὸν αὐτὸ καὶ Κύριον κηρυττούσας, καὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον λεγούσας, συλλέγειν τοῖς φιλοπόνοις καταλίπωμεν· ἡμεῖς δὲ ἐπὶ τὸ τέλος ἐπειγώμεθα τῆς προκειμένης διδασκαλίας. ΚΗʹ. Ἀνακεφαλαίωσις τῆς πίστεως. Τοίνυν μίαν τῆς Τριάδος τὴν φύσιν εἶναι πιστεύομεν, μίαν οὐσίαν ἐν τρισὶν ἰδιότησιν γνωριζομένην, τὴν ἐξουσίαν ἀμέριστον, τὴν βασιλείαν ἀδιαίρετον, μίαν θεότητά τε καὶ κυριότητα. Οὕτω γὰρ καὶ μονὰς ἐν τῷ ταὐτῷ τῆς οὐσίας δείκνυται, καὶ ἡ Τριὰς οὐκ ἐν ψιλοῖς τοῖς ὀνόμασι, ἀλλ' ἐν ταῖς ὑποστάσεσι γνωρίζεται. Οὐ γὰρ ἓν λέγομεν τριώνυμον κατὰ τὴν τοῦ Σαβελλίου καὶ Φωτεινοῦ καὶ Μαρκέλλου συναίρεσίν τε καὶ σύγχυσιν· οὐ τρία ἀλλόφυλά τε καὶ ἑτεροούσια, ἄνισα καὶ ἀνόμοια, ἀλλήλων ὑπερκείμενα, νῷ καὶ γλώττῃ μετρούμενά τε καὶ ταλαντευόμενα. κατὰ τὴν Ἀρείου διαίρεσίν τε καὶ ἀλλοτρίωσιν καὶ δυσσεβῆ πολυπραγμοσύνην· ἀλλὰ τρεῖς μὲν τὰς ὑποστάσεις, μίαν δὲ τῆς Τριάδος τὴν φύσιν ἀσώματον, ἄτρεπτον, ἀναλλοίωτον, ἀτελεύτητον, ἀθάνατον, ἄπειρον, ἄφθαρτον, ἀπερίγραπτον, ἀπερίληπτον, ἀόρατον, ἀσαφῆ, ἄῤῥητον, ἄφραστον, ἀκατάληπτον, ἀνέφικτον, ἀπερινόητον, αὐτοζωὴν, φῶς νοερὸν, πηγὴν ἀγαθῶν, θησαυρὸν σοφίας, δημιουργὸν τῶν ὄλων, κυβερνῶσαν τὰ πάντα, σοφίαν ἰθύνουσαν τὸ τῆς κτίσεως σκάφος. Ταύτην τὴν πίστιν κατέχομεν· ταύτην γὰρ παρὰ τῶν θεολόγων ἀνδρῶν ἐδιδάχθημεν. Πρὸς δὲ τοὺς ἀπὸ συλλογισμῶν διαλεγομένους, εἴπωμεν· Ἐκείνη σου ἡ μερὶς, ἐκεῖνος ὁ κλῆρος, ἡμῶν δὲ μερὶς Κύριος, ᾧ ἀκολουθοῦντες, τὴν ὀρθὴν