Ancient Greek
Letter 1
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52) 1
Not analysed yet
ΒΑΣΙΛΕΙῼ ΕΠΙΣΚΟΠῼ ΙΣΑΥΡΙΑΣ. Πολλὰς τῇ σῇ θεοσεβείᾳ πέμπων ἐπιστολὰς ὀλίγας κομίζομαι· τὴν αἰτίαν δὲ ἀγνοῶ· ὀκνῶ γὰρ ἐγκαλέσαι ῥᾳστώνην. Ἐγὼ μέντοι δι' ἑκάστου τῶν ἐνθένδε πρὸς ὑμᾶς ἀπαιρόντων ἐπιστέλλειν σπουδάζω, ζημίαν ἡγούμενος τὴν τοιαύτην σιγήν, καὶ τῶν τῆς ἀγάπης καρπῶν τὸν ἀξιέραστον συλλέγειν ἐφιέμενος πλοῦτον. Τεκμηριοῖ δέ μου τὴν γνώμην καὶ τάδε τὰ γράμματα· οὐ γὰρ δεξάμενος ἐπιστολὴν τῆς σῆς ὁσιότητος, διὰ τοῦ θεοφιλεστάτου Παύλου τοῦ ἐπισκόπου καὶ γράφω καὶ τὴν φιλτάτην ἐμοὶ περιπτύσσομαι κεφαλήν, καὶ παρακαλῶ ἐν μὲν τοῖς γράμμασιν τῶν ἴσων τυγχάνειν, ἐν δὲ ταῖς προσευχαῖς τῶν μειζόνων. Μεγάλα γὰρ κερδαίνειν μεγαλαυχῶ τῶν ὑμετέρων μεταλαγχάνων εὐχῶν.