Ancient Greek
Letter 2
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52) 2
Not analysed yet
ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ ΑΓΚΥΡΑΣ. Ἀψευδὴς ἄρα τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἡ ὑπόσχεσις. Ὑπέσχετο δὲ εἰς ἅπασαν χυθήσεσθαι τὴν οἰκουμένην τὴν τῆς θεογνωσίας διδασκαλίαν· βοᾷ δὲ τὰ πράγματα μαρτυροῦντα τῷ λόγῳ. Οὐ γὰρ μόνον ἔθνη καὶ πόλεις καὶ κώμας καὶ ἀγροὺς καὶ ἐσχατιὰς ἰθύνουσι τῆς εὐσεβείας οἱ τρόφιμοι καὶ οἱ τῆς ἱερωσύνης ἠξιωμένοι, ἀλλὰ καὶ αὐτὰ τῶν στρατιωτῶν τὰ τάγματα, ἐν πόλεσι καὶ κώμαις διάγοντα, ἀφιερωμένους ἔχει νομέας. Τούτων εἷς ἐστι καὶ ὁ εὐλαβέστατος διάκονος Ἀγαπητός, ὃς αὐχεῖ μὲν πόλιν τὴν τῆς ἡμετέρας ἐπαρχίας μητρόπολιν, στρατιωτικὸν δὲ τάγμα ἐτάχθη πρὸς τὰ θεῖα ῥυθμίζειν· οὗ δὴ χάριν καὶ νῦν ἐπὶ τὴν Θρᾴκην ἀπῆρεν· ἐκεῖ γὰρ τούτου συμβαίνει διάγειν τὸν ἀριθμόν. Τὴν γὰρ δεσποτικὴν ἐκείνην δέδιεν ἐντολήν· Ὦ ποιμένες, ποιμένες, λέγουσαν, τὸ συντετριμμένον οὐ κατεδήσατε, τὸ καταπεπτωκὸς οὐκ ἀνωρθώσατε, τὸ πεπλανημένον οὐκ ἐπεστρέψατε. Αὐτὸς μὲν οὖν τήνδε τὴν κατηγορίαν δειμαίνων ἐντεῦθεν ἀπῆρεν, ἐμοὶ δὲ προὐξένησε τὸ σφόδρα ποθούμενον· ἀξιέραστα γάρ μοι τὰ πρὸς τὴν σὴν ἁγιότητα γράμματα. Τοῦτο δέ μοι καὶ πεποίηκε καὶ τρέφει τὸν ἔρωτα, ἡ παρὰ πάντων φερομένη τῆς σῆς ὁσιότητος εὐφημία, ἣν αὔξεσθαι προσεύχομαι καθ' ἑκάστην ἡμέραν εἰς ὑμνῳδίαν τοῦ δεσπότου Χριστοῦ καὶ ὠφέλειαν τῶν αὐτῷ τριποθήτων λαῶν. Ἐμοὶ δὲ μέγιστον ἀγαθὸν τὸ τῆς θείας ἐπὶ τοῖς ἐπταισμένοις φιλανθρωπίας τυχεῖν· ἧς ἀπολαύσαιμι ῥᾴδιον εἰ προσεύξαιο, δέσποτα.