Ancient Greek
Letter 11
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52) 11
Not analysed yet
ΤΙΤῼ ΚΟΜΗΤΙ. Πολλοὺς μὲν ἔχει πολεμίους τὸ δίκαιον· ἡ γὰρ ἀντίπαλος ἀδικία τοὺς οἰκείους ὁπλίζει κατὰ τούτου τροφίμους, ἡττᾶται δὲ ὅμως καὶ πολλοὺς ἔχουσα τοὺς ὑπηκόους, τῶν τῆς δικαιοσύνης ἐραστῶν προθύμως ὑπὲρ αὐτῆς ἀ[θ]λούντων καὶ ῥᾷστα σκεδ[αννύν]των τοὺς ἀντιπάλους. Εἷς δὲ τῶν οὕτω λαμπρῶς ἀγωνιζομένων ὑπάρχεις, ὦ ἄριστε, καὶ τούτου μάρτυρες οἱ τῶν παντοδαπῶν τῆς ἀδικίας μηχανημάτων διὰ τῆς σῆς ἀπαλλαγέντες ἐπικουρίας. Οὕτως ἀριστεῦσαι καὶ νῦν τὴν μεγαλοπρέπειάν σου παρακαλῶ, καὶ τῷ κυρίῳ Παλλαδίῳ τῷ φιλοσόφῳ ἐπαμῦναι σπουδαίως, ὑπὸ βαρβάρων τινῶν, ὥς φησιν, ἀδικουμένῳ· συκοφαντίαις γὰρ βάλλοντες τὸν εἰς βοήθειαν αὐτῷ δοθέντα στρατιώτην, ἀγώγιμον εἰς ἐκεῖνο τὸ δικαστήριον γενέσθαι παρεσκεύασαν. Ἐνταῦθα τῶν ἀκλινῶν ὑμῶν ζυγῶν καὶ τῆς ἀδεκάστου ψήφου δεόμεθα, ἵνα τὸν μὲν πάσης αἰδοῦς ἀξιώτατον φιλόσοφον τυχεῖν τῶν δικαίων κελεύσητε, τῷ δὲ συκοφαντουμένῳ στρατιώτῃ θάρσος παράσχητε, ὅπως τὰ γεγενημένα διδάξας, ψευδῆ δείξῃ τὴν τολμηθεῖσαν κατηγορίαν.