Ancient Greek
Letter 10
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52) 10
Not analysed yet
ΑΕΡΙῼ ΣΟΦΙΣΤῌ. Ἀδικεῖς, ὦ ἄριστε, μηδ' ὅσον ἄκροις δακτύλοις, τὸ δὴ λεγόμενον, τῆς σῆς ἡμᾶς παιδεύσεως ἀπογεύων, ἀλλὰ περιορῶν διψῶντας, καὶ τὰς τῶν λόγων κρύπτων πηγάς· καὶ δέον τοῖς ἀγνοοῦσι προτιθέναι τὰ νάματα, οὐδὲ τοὺς γνωρίμους τούτων ἐᾷς ἀπολαύειν. Καὶ μὴν ὁ πλοῦτος κρυπτόμενος ἄχρηστός ἐστι τοῖς κεκτημένοις, φαινόμενος δὲ λαμπροὺς τούτους ἀποφαίνει καὶ περιβλέπτους. Φασὶ δὲ καὶ τὰ φρέατα μὴ ἐξαντλούμενα ἀποκναίειν τοὺς χρωμένους, ἐξαντλούμενα δὲ ἡδίω καὶ καθαρώτερα παρέχειν τὰ νάματα. Ἴδιον δὲ καὶ τῆς τέχνης, ἣν τοῖς νέοις προσφέρεις, οὐχ ἡ Πυθαγόρου σιγή, ἀλλὰ στωμυλία καὶ λόγοι χειμάῤῥου δίκην φερόμενοι. Εἰ δὲ σιγᾷς πρὸς μόνους ἡμᾶς, εἰπὲ καὶ τῆς σιγῆς τὴν αἰτίαν, ἵν' ἐλέγξωμεν οὐ δικαίως σιγῶντα.