Ancient Greek
Letter 28
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52) 28
Not analysed yet
Τῼ ΑΥΤῼ. Εἰ πλείους εἶχον υἱεῖς, πλείους ἂν ὑμῖν ἐξέπεμψα φοιτητάς. Οὓς τοίνυν ἔχω, καὶ πέμπω καὶ τῆς ὑμετέρας παιδεύσεως μεταλαχεῖν ἀξιῶ. Τούτων εἷς ἐστιν ὁ εὐγενέστατος υἱὸς ἡμῶν Θεόδοτος, καὶ τῇ πατρῴᾳ σεμνυνόμενος εὐγενείᾳ, καὶ τρόποις οἰκείοις κοσμούμενος. Καὶ διὰ ταῦτα τοίνυν καὶ δι' ἐμὲ παρακαλῶ σου τὴν σοφίαν ἀναλαβέσθαι τοῦτο τῆς εὐεργεσίας τὸ εἶδος· εὐεργεσία γάρ ἐστι, κατά γε τὸν τῆς σῆς μεγαλοπρεπείας σκοπόν, εἰ καὶ τοῖς εἰδόσι τὰ τῶν πόλεων πράγματα βλάβη νομίζεται. Τοῦτο γὰρ ἡ σὴ ποιοῦσα μεγαλοπρέπεια τὴν πατρικὴν αὖθις δείξει φιλοστοργίαν.