Ancient Greek
Letter 29
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52) 29
Not analysed yet
ΚΥΡῼ ΠΡΕΣΒΥΤΕΡῼ. Αἰτηθεὶς πρὸς τὴν σὴν θεοσέβειαν γράμματα παρὰ τοῦ δεῖνος καὶ τοῦτο ποίησας, εἰληφέναι μᾶλλον ἢ δεδωκέναι χάριν ᾠήθην· ἄμφω γάρ μοι προσφιλεῖς, καὶ ὁ αἰτήσας καὶ ἡ σὴ θεοσέβεια πρὸς ὃν ᾔτησεν. Ἐγὼ μὲν οὖν οὕτω διακείμενος γέγραφα· ἡ δὲ σὴ εὐλάβεια καὶ αὐτὸν μεθ' ἡδονῆς θεασάσθω καὶ ἡμᾶς τοῖς ἀμοιβαίοις εὐφρανάτω. Τούτῳ γὰρ τῷ τρόπῳ τὴν φιλίαν αὐξήσεις.