Ancient Greek
Letter 31
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52) 31
Not analysed yet
ΑΝΕΠΙΓΡΑΦΟΣ. Ἐγὼ μὲν καὶ λόγων λαμπρῶν ἄμοιρος καὶ ἔργων ἔρημος ἀγαθῶν. Αὐτὸς δὲ φιλίας νόμους πληροῖς, φίλοις ἐπαίνους ὑφαίνων, καὶ τῇ δυνάμει τῶν λόγων τούτους αἴρων εἰς ὕψος, καὶ δεικνὺς πόσην ἔχουσι ῥώμην οἱ λόγοι, ὅτι καὶ τὰ λίαν σμικρὰ μεγάλα δεικνύειν ἰσχύουσιν· ὧν τὸ κάλλος καὶ τὸ κράτος πανταχόθεν συναγαγών, τοὺς τούτων προσφέρεις καρπούς, νῦν μὲν ἐν συνουσίαις διαλεγόμενος, νῦν δὲ διὰ γραμμάτων φθεγγόμενος, καὶ τὴν ἀττικὴν εὐγλωττίαν τιθεὶς ἐν τοῖς γράμμασι, καὶ πλέον τῇ τῶν λόγων ἡδονῇ τοὺς ἐντυγχάνοντας θέλγων ἢ αἱ τοῦ μύθου Σειρῆνες τὸν Ὀδυσσέα ταῖς ᾠδαῖς κατεκήλησαν. Καὶ ταῦτα γράφω πείρᾳ μᾶλλον ἢ φήμῃ πιστεύων· καὶ γὰρ τὰ ὦτα διαλεγομένῳ σοι πολλάκις ὑπέσχον, καὶ νῦν ἐν τοῖς γράμμασιν ὃν ᾔδειν ἐθεασάμην, καὶ χάριν πολλὴν ὡμολόγησα τῷ αἰδεσιμωτάτῳ Φασγανίῳ, τοιαύτην μοι λόγων εὐωχίαν κομίσαντι, καὶ εὐγνώμων περὶ τήνδε τὴν εὐεργεσίαν γεγένημαι. Ἃ γὰρ ἐπήγγειλεν ἀσμένως ἐπήκουσα· εἰ δὲ καὶ πέρας ἔλαβε καταθύμιον, ὅπερ αὐτὸν ἤγαγεν ὡς ἡμᾶς, τῆς αὐτοῦ σπουδῆς ἔργον τοῦτο νομιζέσθω καὶ ἐμμελείας. Ἡ δὲ σὴ ἀρετὴ συχνῶς ἡμῖν γραφέτω καὶ ἡδονὴν προξενείτω.