Ancient Greek
Letter 32
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52) 32
Not analysed yet
ΘΕΟΔΟΤῼ ΕΠΙΣΚΟΠῼ ΑΝΤΙΟΧΕΙΑΣ. Ἔστιν ἄρα καὶ παρὰ τῶν ἀδικεῖν ἐπιχειρούντων εὐεργεσίας ἀπόλαυσις μεγίστη, καὶ τούτου μοι γέγονεν ἡ πεῖρα διδάσκαλος· πλείονα γὰρ χρόνον τῇ Ἀντιοχέων ἐνδιατρίψας, τῆς ἀδικίας χάριν ἐκείνης ἀναγκασθείς, πλουσίως τοῦ τῆς σῆς ὁσιότητος ἀπέλαυσα μέλιτος, καὶ ἔγνων σαφέστερον ὅσων ἀγαθῶν πρόξενος ἡ τῆς σῆς ὁσιότητος συνουσία. Ἐνίκα γὰρ τὸν κατὰ τῆς ἀδικίας πόνον ἡ τῆς σῆς θέας παραψυχὴ καὶ ἐσύλα τὴν ὀδύνην ἡ τῆς σῆς γλυκύτητος ἡδονή. Ἄληστον τοίνυν τῆς περὶ ἡμᾶς σου φιλοστοργίας . . .