Ancient Greek
Letter 39
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52) 39
Not analysed yet
ΑΝΤΙΟΧῼ ΑΠΟ ΥΠΑΡΧΩΝ. Πολλαχόθεν μὲν καὶ ἄλλοθεν τὴν ὑμετέραν ἐστὶν ἰδεῖν δικαιοκρισίαν· δείκνυσι δὲ ὑμᾶς ὅτι μάλιστα ἡ περὶ τῶν ἀρχόντων ψῆφος, οἷς καὶ τὰ ἔθνη καὶ τὰς πόλεις ἄγειν ἐνεχειρίσατε· κοινὴν γὰρ ἁπάντων τῶν ὑπηκόων κηδεμονίαν ποιούμενοι, τοὺς ἀδωροτάτους καὶ χρημάτων κρεί[ττου]ς καὶ ἴ[σα] κατέχοντας τὰ τῆς δίκης ζυγά, καὶ ἁπαξαπλῶς τοὺς ἀρίστους ἐκλεγόμενοι, οἷόν τινας πατέρας καὶ ἰατροὺς καὶ κυβερνήτας ταῖς πόλεσιν ἐπεστήσατε. Πολλοῖς μὲν οὖν καὶ ἄλλοις καλοῖς καὶ ἀγαθοῖς ἀνδράσιν ἐντετυχήκαμεν, ἄρχειν ὑπὸ τῆς ὑμετέρας ψήφου λαχοῦσιν, ἀξιάγαστον δὲ μάλιστα καὶ αἰδοῦς ἀξιώτατον εἴδομεν τὸν λαμπρότατον Νέωνα. Καὶ γὰρ πεῖραν αὐτοῦ εἰλήφαμεν πλείονα, ἐπειδὴ καὶ τῆς ἡμετέρας πατρίδος κινεῖν τοὺς οἴακας εἴληχε καὶ παρὰ πάντα τὸν τῆς ἀρχῆς χρόνον ἐξ οὐρίων φέρεσθαι τὸ σκάφος σοφῶς κυβερνῶν παρεσκεύασεν. Οὗτος νῦν παυσάμενος τῆς ἀρχῆς, αὐτὸς μὲν ἀπηλλάγη θορύβων ὁμοῦ καὶ φροντίδων, ἐγύμνωσε δὲ τοὺς ἀρχομένους πατρικῆς κηδεμονίας· τρέχει δὲ παρὰ τὸ ὑμέτερον μέγεθος, δόξαν ἀντὶ χρημάτων κτησάμενος καὶ ἐπὶ τῇ θαυμαστῇ καὶ πολλῶν ἐπαίνων ἀξίᾳ λαμπρυνόμενος πενίᾳ. Ἀλλὰ τοῦτον αὖθις ἡμῖν μετὰ τῶν πηδαλίων πέμψατε. Μὴ γὰρ γένοιτο ἄνδρα εὐεργετεῖν ἐπιστάμενον τῶν εἰς εὐεργεσίαν σπανίζειν προφάσεων.