Ancient Greek
Letter 40
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52) 40
Not analysed yet
ΔΟΜΕΤΙΑΝῼ ΚΟΙΑΙΣΤΩΡΙ. Δι' αὐτῶν μεμαθήκαμεν τῶν πραγμάτων, ὡς οὐ φύσις, ἀλλὰ γνώμη τῶν ἀνθρώπων ἐν ἀρετῇ καὶ κακίᾳ κρατεῖ. Καὶ οἱ μὲν ἀκολασίαν, οἱ δὲ σωφροσύνην τιμῶσιν, οὐχ ὑπὸ φύσεως, ἀλλ' ὑπὸ προαιρέσεως κυβερνώμενοι. Πολλῶν [γὰ]ρ τὸ ἔ[θνος] τῶν Ἰσαύρων κατηγορούντων, ὡς ἐρῶσι χρημάτων καὶ φιλόχρυσοι καὶ τοῦ πλείονος ἐφιέμενοι, εὕρομεν τὸν λαμπρότατον Νέωνα, παρ' ἐκείνοις μὲν φύντα καὶ τραφέντα, τὸν πλεονεκτικὸν δὲ βδελυξάμενον βίον, μᾶλλον δὲ οὐ μόνον ἀδίκως τὴν χεῖρα προτεῖναι μὴ ἀνασχόμενον, ἀλλ' οὐδὲ δικαίως κερδάναι προελόμενον, τὰ δὲ οἰκεῖα προέμενον εἰς τὴν τῶν πόλεων ἐπιμέλειαν, καὶ παντὶ μὲν ἀδικουμένῳ τὴν ἀκοὴν ὑποσχόντα, ἀδίκοις δὲ καὶ συκοφάνταις ἀποκλείσαντα τὰς τοῦ δικαστηρίου κιγκλίδας. Τί οὖν ἂν πάθοιεν οἱ τοιαύτης στερηθέντες κηδεμονίας ἔξεστιν ἐκ τούτων μαθεῖν τὴν ὑμετέραν μεγαλοπρέπειαν.