Ancient Greek
Letter 8
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52) 8
Not analysed yet
ΕΥΛΑΛΙῼ, ΓΕΡΜΑΝῼ, ΠΡΩΤΕΙ, ΠΟΛΙΤΕΥΟΜΕΝΟΙΣ ΖΕΥΓΜΑΤΟΣ. Φήμη τις διαδραμοῦσά [τε καὶ διδ]άξασα πρᾶγμα τολμᾶσθαι παρ' ὑμῖν, καὶ ὑμῶν ἀνάξιον, καὶ τῆς εὐσεβείας ἀλλότριον, σφόδρα ἡμᾶς ἠνίασε. Πῶς γὰρ οὐκ ἐμέλλομεν ἀλγήσειν, τηλικοῦτον μύσος μαθόντες ἐγχειρούμενον παρ' ἀνδρῶν ἐξ ἀρχιερέων φύντων, ἐν εὐσεβείᾳ δὲ τεθραμμένων, καὶ ταύτην ἔτι καὶ νῦν ἔχειν ὑπισχνουμένων; Καὶ γένοιτο μὲν εἶναι τὴν φήμην ψευδῆ· εἰ δ' ἄρ' ἀληθὴς φανείη, θρήνων ἄξια τῷ ὄντι καὶ ὀδυρμῶν τὰ τολμώμενα. Φησὶ γὰρ, τοὺς μὲν ἐξ ὑμῶν τὰς θυγατέρας τοῖς ἀδελφιδοῖς κατεγγυῆσαι, τοὺς δὲ θείους ὄντας τῶν ἀδελφιδῶν ἑλέσθαι τὸν γάμον. Τοῦτο δὲ οὐ μόνον τοῖς θείοις ἀλλὰ καὶ τοῖς ἀνθρωπίνοις ἀπηγόρευται νόμοις· βδελυρὸν γὰρ καὶ θεομισὲς καὶ ἀκοῆς ἀλλότριον εὐσεβοῦς. Ἀλλ' ἴσως βασιλικοῖς γράμμασιν οἱ γαμοῦντες τῆς παρανομίας ταύτης ἀπαλλαγὴν σφίσιν αὐτοῖς πραγματεύσονται· ἀλλ' εἰδέναι χρὴ σαφῶς, ὡς οἱ βασιλεύοντες, κἂν πορφυρίδι λαμπρύνωνται καὶ τῆς οἰκουμένης τὰ σκῆπτρα κατέχωσι, παύειν μὲν τὰς κατὰ τόνδε τὸν βίον δύνανται τιμωρίας, αὐτὰς δὲ λύειν τὰς ἁμαρτίας, καὶ τῶν πλημμελημάτων ἐλευθεροῦν τοὺς ἐπταικότας οὐ δύνανται. Ὥστε κἂν μυριάκις γράμμασι βασιλικοῖς ὁ παρανομήσας τῆς κατηγορίας ἀπαλλαγῇ, ἔχει τὴν τῆς ἁμα[ρτίας] κηλῖδα, καὶ τῷ δικαίῳ κριτῇ τὰς εὐθύνας ὑφέξει. Σκοπήσατε τοίνυν ἡλίκον ἐστὶ ταῖς τοῦ συνειδότος ἀκίσι διὰ βίου κεντεῖσθαι· οὐδὲ γὰρ ἐν μιᾷ καιροῦ ῥοπῇ τὸ παρανόμημα τολμηθήσεται, ἀλλὰ διὰ πάσης τῆς τῶν γαμούντων ζωῆς τὸ μύσος ὁδεύσει. Ἐξετάσατε τοίνυν παρ' ὑμῖν αὐτοῖς καὶ τὴν τοῦ γένους ποιότητα, ὅτι ταὐτόν ἐστι θεῖος πατρὶ καὶ ἀδελφι[δῆ] θυγατρί. Περσῶν τὸ ταῦτα τολμᾶν, οὐ Ῥωμαίων τῶν τῆς εὐσεβείας τροφίμων. Ἡγοῦμαι δὲ τοὺς ταῦτα νομοθετήσαντας μηδὲ τροφίμους γενέσθαι τῆς εὐσεβείας, ἀλλ' ἐν δεισιδαιμονίᾳ τέως διάγοντας ταῦτα διαγορεῦσαι. Ἐνθυμήθητε τοίνυν τῆς ἀτοπίας τὸ μέγεθος· τῶν γὰρ δυσσεβῶν ταῦτα νομοθετησάντων, καὶ τοῖς θείοις νόμοις συνῳδὰ τεθεικότων, χριστιανοὺς παραβῆναι οὐδεμίαν ἀσεβείας ὑπερβολὴν καταλείψει. Παρακαλῶ τοίνυν τὴν ὑμετέραν ἀγχίνοιαν αἰδεσθῆναι τὸν νομοθέτην, καὶ τὸν δίκαιον φοβηθῆναι κριτήν, καὶ μὴ γενέσθαι κακὸν τοῖς ἄλλοις παράδειγμα, μηδὲ τὴν τῆς παρανομίας θύραν ἀνοῖξαι τοῖς φιληδόνοις, μηδὲ προτιμῆσαι τὸ ἡδὺ τοῦ συμφέροντος. Εὑρήσετε γὰρ καὶ ὑμεῖς γαμβροὺς τῆς συγγενείας ἀξίους, καὶ ὑμεῖς κόρας κοσμῆσαι δυναμένας, ἀλλ' οὐ κηλίδων ἐμπλῆσαι τὰς ὑ[μετέρα]ς παστάδας. Οὐκ ἐπέλιπον οὔτε ἄνδρες οὔτε γυναῖκες, ἵνα τὴν σπάνιν ἀντ' ἀπολογίας προβάλλησθε, μηδεμιᾶς τοιαύτης ἀφορμῆς προκειμένης. Ποίοις ὀφθαλμοῖς εἰς οὐρανὸν ἀναβλέψετε; Ποίαις δὲ γλώτταις τὸν ὑβρισθέντα νομοθέτην αἰτήσετε δοῦναι τῷ γάμῳ τὸν τῶν παίδων καρπόν; Ταῦτα καὶ τὰ τούτοις ὅμοια παρ' ὑμῖν αὐτοῖς λογισάμενοι, καὶ ὡς παρὰ πατρὸς τὴν συμβουλὴν δεξάμενοι, παύσασθε μὲν ἐκείνης τῆς πονηρᾶς ἐγχειρήσεως, τῇ φυλακῇ δὲ τῶν νόμων τὸν γάμον τιμήσατε, καὶ ὑμῖν αὐτοῖς σωτηρίαν διὰ τῆς εὐπειθείας, καὶ ἡμῖν εὐθυμίαν τοῖς συμβουλεύσασι πραγματεύσασθε.